previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Περὶ ψιλῶν τε καὶ πελταστῶν Οἱ δὲ ψιλοί τε καὶ πελτασταὶ πρὸς τὰς ἁρμοζούσας χρείας ὑπὸ τοῦ στρατηγοῦ ταγήσονται τοτὲ μὲν πρὸ τῆς φάλαγγος, τοτὲ δὲ ὑπὸ τῇ φάλαγγι, ἄλλοτε δὲ κατὰ δεξιά τε καὶ ἀριστερά: ὀνομάζεται δὲ τὸ μὲν πρόταξις, τὸ δ̓ ὑπόταξις, τὸ δὲ προσένταξις: ἔστι δ̓ ὅτε καὶ ἐμπλεκόμενοι τῇ φάλαγγι παῤ ἄνδρα τάττονται: λέγεται δὲ καὶ τοῦτο παρένταξις, δἰ ὅτι ἀνομοίων ἐστὶ παρένθεσις, οἷον ψιλῶν παῤ ὁπλίτας: τὴν γοῦν τῶν ὁμοίων παρένθεσιν, οἷον ὁπλιτῶν παῤ ὁπλίτας ψιλῶν παρὰ ψιλούςῥηθήσεται γὰρ καὶ τούτων [p. 274] χρεία—, παρένταξιν μὲν οὐκέτι, παρεμβολὴν δὲ ἐπονομάζουσι. [2] Λόχους μὲν δὴ καὶ οὗτοι τέσσαρας καὶ εἴκοσι καὶ χιλίους ἕξουσιν, εἰ μέλλουσι συμπαρεκτείνεσθαι τῇ φάλαγγι τῶν ὁπλιτῶν ὑποταττόμενοι, οὐ μὴν ἀπὸ ἑξκαίδεκα ἀνδρῶνἥμισυ γὰρ αὐτῶν ἐστι τὸ πλῆθος—, ἀλλ̓ ἐξ ὀκτὼ δηλονότι. [3] Ἔσται δὲ κἀπὶ τούτων τὸ μὲν ἐκ δ λόχων σύστασις ἔτι δὲ ἐκ δυεῖν συστάσεων πεντηκονταρχία, τὸ δὲ τούτου διπλάσιον ἑκατονταρχία, ἐφ̓ ἧς ἔσονται οἱ ἔκτακτοι, πέντε τὸν ἀριθμόν, στρατοκῆρύξ τε καὶ σημειοφόρος καὶ σαλπιγκτής, ὑπηρέτης τε καὶ οὐραγός: τὸ δὲ τῆς ἑκατονταρχίας διπλάσιον ψιλαγία, τὸ δὲ τούτου διπλάσιον ξεναγία, ἧς τὸ διπλάσιον σύστρεμμα, τούτου δὲ τὸ διπλοῦν ἐπιξεναγία, ἧς πάλιν τὸ διπλάσιον στῖφος, οὗ δὴ συντεθέντος τῶν ψιλῶν γίνεται φάλαγξ, ἣν καὶ ἐπίταγμα καλοῦσιν ἔνιοι. ταύτης δὲ ἔκτακτοι ἄνδρες ὀκτώ, ἐπιξεναγοὶ μὲν τέσσαρες, συστρεμματάρχαι δὲ οἱ λοιποί. [p. 276]

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: