This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καίτοι
τίνα ἔχει λόγον κυβερνήτην μὲν οὐκ εἰκῆ
τοῖς πνεύμασιν ἐφιέναι, ἀλλὰ πρὸς ὅρμους
εὐθύνειν τὸ σκάφος: καὶ τοξότην κατὰ σκοποῦ
βάλλειν: καὶ μὲν δὴ καὶ χαλκευτικόν τινα ἢ
τεκτονικὸν ὄντα τοῦ κατὰ τὴν τέχνην ἐφίεσθαι
τέλους: ἡμᾶς δὲ καὶ τῶν τοιούτων δημιουργῶν
[p. 408]
ἀπολείπεσθαι, πρός γε τὸ συνορᾶν δύνασθαι τὰ
ἡμέτερα;