previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῆς ἐπιούσης ὡς πάλιν παρὰ τὴν γυναῖκα τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἔνθα ἐκαθέζοντο Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς [2] μιμησαμένη τὴν τεταραγμένηνσῶσόν μεεἶπεΔάφνι, τὴν ἀθλίαν: ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀετὸς ἥρπασε καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἐδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέτραν, ἀλλ̓ εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπεσε. [3] Σὺ τοίνυν, πρὸς τῶν [p. 293] Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην ῾μόνη γὰρ δέδοικἀ σῶσόν μοι τὸν χῆνα, μηδὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον. [4] Τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. Τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη: πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: