previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δὲ Διονυσοφάνης κατεῖχε πάντας, κοινωνοὺς μετὰ τὴν εὐφροσύνην καὶ τῆς ἑορτῆς ἐσομένους. Παρεσκεύαστο δὲ πολὺς μὲν οἶνος, πολλὰ δὲ ἄλευρα, ὄρνιθες ἕλειοι, χοῖροι γαλαθηνοί, μελιτώματα ποικίλα: καὶ ἱερεῖα δὲ πολλὰ τοῖς ἐπιχωρίοις θεοῖς ἐθύετο. [2] Ἐνταῦθα Δάφνις συναθροίσας πάντα τὰ ποιμενικὰ κτήματα διένειμεν ἀναθήματα τοῖς θεοῖς. Τῷ Διονύσῳ μὲν ἀνέθηκε τὴν πήραν καὶ τὸ δέρμα, τῷ Πανὶ δὲ τὴν σύριγγα καὶ τὸν πλάγιον αὐλόν, τὴν καλαύροπα ταῖς Νύμφαις καὶ τοὺς γαυλοὺς οὓς αὐτὸς ἐτεκτήνατο. [3] Οὕτως δὲ ἄρα τὸ σύνηθες ξενιζούσης εὐδαιμονίας τερπνότερόν ἐστιν, ὥστε ἐδάκρυεν ἐφ᾽ ἑκάστῳ τούτων ἀπαλλαττόμενος: καὶ οὔτε τοὺς γαυλοὺς ἀνέθηκε πρὶν ἀμέλξαι, οὔτε τὸ δέρμα πρὶν ἐνδύσασθαι, οὔτε τὴν σύριγγα πρὶν συρίσαι: [4] ἀλλὰ καὶ ἐφίλησεν αὐτὰ πάντα καὶ τὰς αἶγας προσεῖπε καὶ τοὺς τράγους ἐκάλεσεν ὀνομαστί. Τῆς μὲν γὰρ πηγῆς καὶ ἔπιεν, ὅτι πολλάκις καὶ μετὰ Χλόης. Οὔπω δὲ ὡμολόγει τὸν ἔρωτα καιρὸν παραφυλάττων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: