Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοῖς ἄρτοις. ὑπὲρ δὲ τοῦ φιλεῖσθαι καὶ φιλεῖν
ἥκιστα ἀλγῶ. καίτοι καὶ τοῦτο ἔχειν ἔοικεν ὁ
πώγων ὥσπερ τὰ ἄλλα λυπηρόν, οὐκ ἐπιτρέπων
καθαρὰ λείοις καὶ διὰ τοῦτο οἶμαι γλυκερώτερα
χείλεσι χείλη προσμάττειν, ὅπερ ἤδη τις ἔφη τῶν
ἐργασαμένων ξὺν τῷ Πανὶ καὶ τῇ Καλλιόπῃ εἰς
τὸν Δάφνιν ποιήματα. ὑμεῖς δέ φατε δεῖν καὶ
σχοινία πλέκειν ἐνθένδε: καὶ ἕτοιμος παρέχειν,
ἢν μόνον ἕλκειν δυνηθῆτε καὶ μὴ τὰς ἀτρίπτους
ὑμῶν καὶ μαλακὰς χεῖρας ἡ τραχύτης αὐτῶν
δεινὰ ἐργάσηται. νομίσῃ δὲ μηδεὶς δυσχεραίνειν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.