previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἄρχομαι δὴ γράφειν Χαῖρέ μοι, δέσποινα Λευκίππη. Δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. Εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἐστὶ καὶ ἐν ἀνδράσι παρθενία: εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεοὺς ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. Ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο δίδωμι δὲ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ: ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος: ᾔδειν γὰρ τὴν Μελίτην οὐκ ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν: ἐμοὶ δ̓ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν. [2] Τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν πρὶν ἦν: οὐ πάντη δὲ κρατεῖν ἠδυνάμην. Ὡς δὲ ἐνικώμην, σκήπτομαι [p. 148] φρίκην μοι ἐπιδραμεῖν: δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προφασίζομαι: ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὴν πρόφασιν. [3] Ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ̓ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. Ὡς δὲ εἰς τὸν θάλαμον παρήλθομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, δ̓ ἐλιπάρει καὶ ἔλεγετί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; Ἰδοὺ καὶ τὴν θάλατταν διεπλεύσαμεν, ἰδοὺ καὶ Ἔφεσος προθεσμία τῶν γάμων. [4] Ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; Ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν: τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ: τοιαύτην ἔχω τὴν εὐνήν, [5] οἵαν Τάνταλος τὴν τροφήν.’ Ταῦτα ἔλεγε καὶ ἔκλαεν ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε παθεῖν μέ τι τὴν ψυχήν. Οὐκ εἶχον δὲ ὅστις γένωμαι: καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν. [6] Λέγω οὖν πρὸς αὐτὴνὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς: μὴν σφόδρα καὶ αὐτὸς ἐπείγομαί σου τὴν σπουδὴν ἀμείψασθαι. Ἀλλ̓ οὐκ οἶδαἔφηντί πέπονθα: νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν. [7] Οἶδας δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.’ Καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: