previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πολυνείκης

ἁπλοῦς μῦθος τῆς ἀληθείας ἔφυ,
470κοὐ ποικίλων δεῖ τἄνδιχ᾽ ἑρμηνευμάτων:
ἔχει γὰρ αὐτὰ καιρόν: δ᾽ ἄδικος λόγος
νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
τοὐμόν τε καὶ τοῦδ᾽, ἐκφυγεῖν χρῄζων ἀρὰς
475ἃς Οἰδίπους ἐφθέγξατ᾽ εἰς ἡμᾶς ποτε,
ἐξῆλθον ἔξω τῆσδ᾽ ἑκὼν αὐτὸς χθονός,
δοὺς τῷδ᾽ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
ὥστ᾽ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
καὶ μὴ δι᾽ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
480κακόν τι δρᾶσαι καὶ παθεῖν, γίγνεται.
δ᾽ αἰνέσας ταῦθ᾽ ὁρκίους τε δοὺς θεούς,
ἔδρασεν οὐδὲν ὧν ὑπέσχετ᾽, ἀλλ᾽ ἔχει
τυραννίδ᾽ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.

καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
485στρατὸν μὲν ἔξω τῆσδ᾽ ἀποστεῖλαι χθονός,
οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
καὶ τῷδ᾽ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,
καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
490 μὴ κυρήσας τῆς δίκης πειράσομαι
δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
ταῦτ᾽ αὔθ᾽ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
495λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς
καὶ τοῖσι φαύλοις ἔνδιχ᾽, ὡς ἐμοὶ δοκεῖ.

Χορός

ἐμοὶ μέν, εἰ καὶ μὴ καθ᾽ Ἑλλήνων χθόνα
τεθράμμεθ᾽, ἀλλ᾽ οὖν ξυνετά μοι δοκεῖς λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: