This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
φημὶ δὲ χρῆναι πράττειν ἕκαστον ὑμῶν, ἐφ᾽ οἷς ἐφέστηκεν, ἐπιμελῶς καὶ δικαίως: καθ᾽ ὁπότερον γὰρ ἂν ἐλλείπητε τούτων, ἀνάγκη κακῶς σχεῖν ταύτῃ τὰς πράξεις. μηδενὸς ὀλιγωρεῖτε μηδὲ καταφρονεῖτε τῶν προστεταγμένων, ὑπολαμβάνοντες ὡς οὐ παρὰ τοῦτ᾽ ἐστίν, ἀλλ᾽ ὡς παρ᾽ ἕκαστον τῶν μερῶν ἢ καλῶς ἢ κακῶς τὸ σύμπαν ἕξον,