Ἀντιγόνη
οὕτως ἄρ᾽, ὦ παῖ, ταῦτά σοι δεδογμένα;
Πολυνείκης
καὶ μή μ᾽ ἐπίσχῃς γ᾽: ἀλλ᾽ ἐμοὶ μὲν ἥδ᾽ ὁδὸς
ἔσται μέλουσα δύσποτμός τε καὶ κακὴ
πρὸς τοῦδε πατρὸς τῶν τε τοῦδ᾽ ἐρινύων:
1435σφῷν δ᾽ εὖ διδοίη Ζεύς, τάδ᾽ εἰ θανόντι μοι
τελεῖτ᾽, ἐπεὶ οὔ μοι ζῶντί γ᾽ αὖθις ἕξετον.
μέθεσθε δ᾽ ἤδη χαίρετόν τ᾽: οὐ γάρ μ᾽ ἔτι
βλέποντ᾽ ἐσόψεσθ᾽ αὖθις.
Ἀντιγόνη
ὦ τάλαιν᾽ ἐγώ.
Πολυνείκης
μή τοί μ᾽ ὀδύρου.
Ἀντιγόνη
καὶ τίς ἄν σ᾽ ὁρμώμενον
1440εἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;
Πολυνείκης
εἰ χρή, θανοῦμαι.
Ἀντιγόνη
μὴ σύ γ᾽, ἀλλ᾽ ἐμοὶ πιθοῦ.
Πολυνείκης
μὴ πεῖθ᾽ ἃ μὴ δεῖ.
Ἀντιγόνη
δυστάλαινά τἄρ᾽ ἐγώ,
εἴ σου στερηθῶ.
Πολυνείκης
ταῦτα δ᾽ ἐν τῷ δαίμονι
καὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δ᾽ οὖν ἐγὼ
1445θεοῖς ἀρῶμαι μή ποτ᾽ ἀντῆσαι κακῶν:
ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.