This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
πῶς δ᾽ οὐκ ἂν εἴη τὸ συμβαῖνον ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπ᾽ αὐτοφώρῳ δέ τινας εἰληφότες ἀθῴους ἐάσετε; καὶ τὸν μὲν νομοθέτην ἕν᾽ ὄντα πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι τοῖς φαύλοις, ὑμᾶς δὲ μηδ᾽ ὑπὲρ ὑμῶν αὐτῶν κοινῇ συλλεγέντας ἐπιδείξασθαι μισοῦντας τοὺς πονηρούς, ἀλλ᾽ ὑφ᾽ ἑνὸς ἀνδρὸς πονηρίας ἡττηθῆναι; καὶ θάνατον μὲν ὡρικέναι τὴν ζημίαν, ἐάν τις οὐκ ὄντα νόμον παράσχηται, τοὺς δὲ τοὺς ὄντας εἰς τὴν τῶν οὐκ ὄντων νόμων τάξιν ἄγοντας, τούτους ἀτιμωρήτους περιορᾶν;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.