previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Χορός

230χώρει πρόβαιν᾽ ἐρρωμένως. Κωμία βραδύνεις.
μὰ τὸν Δί᾽ οὐ μέντοι πρὸ τοῦ γ᾽, ἀλλ᾽ ἦσθ᾽ ἱμὰς κύνειος:
νυνὶ δὲ κρείττων ἐστί σου Χαρινάδης βαδίζειν.
Στρυμόδωρε Κονθυλεῦ, βέλτιστε συνδικαστῶν,
Εὐεργίδης ἆρ᾽ ἐστί που 'νταῦθ᾽ Χάβης Φλυεύς;
235πάρεσθ᾽ δὴ λοιπόν γ᾽ ἔτ᾽ ἐστίν, ἀππαπαῖ παπαιάξ,
ἥβης ἐκείνης ἡνίκ᾽ ἐν Βυζαντίῳ ξυνῆμεν
φρουροῦντ᾽ ἐγώ τε καὶ σύ: κᾆτα περιπατοῦντε νύκτωρ
τῆς ἀρτοπώλιδος λαθόντ᾽ ἐκλέψαμεν τὸν ὅλμον,
κᾆθ᾽ ἥψομεν τοῦ κορκόρου κατασχίσαντες αὐτόν.
240ἀλλ᾽ ἐγκονῶμεν ὦνδρες, ὡς ἔσται Λάχητι νυνί:
σίμβλον δέ φασι χρημάτων ἔχειν ἅπαντες αὐτόν.
χθὲς οὖν Κλέων κηδεμὼν ἡμῖν ἐφεῖτ᾽ ἐν ὥρᾳ
ἥκειν ἔχοντας ἡμερῶν ὀργὴν τριῶν πονηρὰν
ἐπ᾽ αὐτόν, ὡς κολωμένους ὧν ἠδίκησεν. ἀλλὰ
245σπεύδωμεν ὦνδρες ἥλικες πρὶν ἡμέραν γενέσθαι.
χωρῶμεν ἅμα τε τῷ λύχνῳ πάντῃ διασκοπῶμεν,
μή που λίθος τις ἐμποδὼν ἡμᾶς κακόν τι δράσῃ.

Παίς

τὸν πηλὸν πάτερ πάτερ τουτονὶ φύλαξαι.

Χορός

κάρφος χαμᾶθέν νυν λαβὼν τὸν λύχνον πρόμυξον.

Παίς

250οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.

Χορός

τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδ᾽ ὠθεῖς,
καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
οὐ γὰρ δάκνει σ᾽, ὅταν δέῃ τίμιον πρίασθαι.

Παίς

εἰ νὴ Δί᾽ αὖθις κονδύλοις νουθετήσεθ᾽ ἡμᾶς,
255ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδ᾽ αὐτοί:
κἄπειτ᾽ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.

Χορός

μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
ἀλλ᾽ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι:
260κοὐκ ἔσθ᾽ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες:
φιλεῖ δ᾽, ὅταν τοῦτ᾽ , ποιεῖν ὑετὸν μάλιστα.
δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή 'στι πρῷα
265ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
τί χρῆμ᾽ ἄρ᾽ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
οὐ μὴν πρὸ τοῦ γ᾽ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
ἡγεῖτ᾽ ἂν ᾁδων Φρυνίχου: καὶ γάρ ἐστιν ἁνὴρ
270φιλῳδός. ἀλλά μοι δοκεῖ στάντας ἐνθάδ᾽ ὦνδρες
ᾁδοντας αὐτὸν ἐκκαλεῖν, ἤν τί πως ἀκούσας
τοὐμοῦ μέλους ὑφ᾽ ἡδονῆς ἑρπύσῃ θύραζε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: