Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Χορός
νῦν δὴ τὸν ἐκ θἠμετέρου
γυμνασίου δεῖ τι λέγειν
καινόν, ὅπως φανήσει — Βδελυκλέων
ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.
530ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ; Χορός
μὴ κατὰ τὸν νεανίαν
τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς
σοι μέγας ἐστὶν ἁγὼν
καὶ περὶ τῶν ἁπάντων,
535εἴπερ, ὃ μὴ γένοιθ᾽, οὗτός
σ᾽ ἐθέλει κρατῆσαι. Βδελυκλέων
καὶ μὴν ὅσ᾽ ἂν λέξῃ γ᾽ ἁπλῶς μνημόσυνα γράψομαι 'γώ. Φιλοκλέων
τί γὰρ φάθ᾽ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ; Χορός
540οὐκέτι πρεσβυτῶν ὄχλος
χρήσιμος ἔστ᾽ οὐδ᾽ ἀκαρῆ:
σκωπτόμενοι δ᾽ ἐν ταῖς ὁδοῖς
θαλλοφόροι καλούμεθ᾽, ἀντωμοσιῶν
545κελύφη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.