previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Εὐριπίδης

καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτ᾽ ἐλέγξω,
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
910ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας.
πρώτιστα μὲν γὰρ ἕνα τιν᾽ ἂν καθῖσεν ἐγκαλύψας,
Ἀχιλλέα τιν᾽ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.

Διόνυσος

μὰ τὸν Δί᾽ οὐ δῆθ᾽.

Εὐριπίδης
δὲ χορός γ᾽ ἤρειδεν ὁρμαθοὺς ἂν
915μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν οἱ δ᾽ ἐσίγων.

Διόνυσος

ἐγὼ δ᾽ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτ᾽ ἔτερπεν
οὐχ ἧττον νῦν οἱ λαλοῦντες.

Εὐριπίδης
ἠλίθιος γὰρ ἦσθα,
σάφ᾽ ἴσθι.

Διόνυσος
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτ᾽ ἔδρασ᾽ δεῖνα;

Εὐριπίδης

ὑπ᾽ ἀλαζονείας, ἵν᾽ θεατὴς προσδοκῶν καθοῖτο,
920ὁπόθ᾽ Νιόβη τι φθέγξεται: τὸ δρᾶμα δ᾽ ἂν διῄει.

Διόνυσος

παμπόνηρος, οἷ᾽ ἄρ᾽ ἐφενακιζόμην ὑπ᾽ αὐτοῦ.
τί σκορδινᾷ καὶ δυσφορεῖς;

Εὐριπίδης
ὅτι αὐτὸν ἐξελέγχω.
κἄπειτ᾽ ἐπειδὴ ταῦτα ληρήσειε καὶ τὸ δρᾶμα
ἤδη μεσοίη, ῥήματ᾽ ἂν βόεια δώδεκ᾽ εἶπεν,
925ὀφρῦς ἔχοντα καὶ λόφους, δείν᾽ ἄττα μορμορωπά,
ἄγνωτα τοῖς θεωμένοις.

Αἰσχύλος
οἴμοι τάλας.

Διόνυσος
σιώπα.

Εὐριπίδης

σαφὲς δ᾽ ἂν εἶπεν οὐδὲ ἕν

Διόνυσος
μὴ πρῖε τοὺς ὀδόντας.

Εὐριπίδης

ἀλλ᾽ Σκαμάνδρους τάφρους 'π᾽ ἀσπίδων ἐπόντας
γρυπαιέτους χαλκηλάτους καὶ ῥήμαθ᾽ ἱππόκρημνα,
930 ξυμβαλεῖν οὐ ῥᾴδι᾽ ἦν.

Διόνυσος
νὴ τοὺς θεοὺς ἐγὼ γοῦν
ἤδη ποτ᾽ ἐν μακρῷ χρόνῳ νυκτὸς διηγρύπνησα
τὸν ξουθὸν ἱππαλεκτρυόνα ζητῶν τίς ἐστιν ὄρνις.

Αἰσχύλος

σημεῖον ἐν ταῖς ναυσὶν ὦμαθέστατ᾽ ἐνεγέγραπτο.

Διόνυσος

ἐγὼ δὲ τὸν Φιλοξένου γ᾽ ᾤμην Ἔρυξιν εἶναι.

Εὐριπίδης

935εἶτ᾽ ἐν τραγῳδίαις ἐχρῆν κἀλεκτρυόνα ποιῆσαι;

Αἰσχύλος

σὺ δ᾽ θεοῖσιν ἐχθρὲ ποῖ᾽ ἄττ᾽ ἐστὶν ἅττ᾽ ἐποίεις;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: