[159β]
Θεαίτητος
πάνυ μὲν οὖν.Σωκράτης
λέγωμεν δὴ ἐμέ τε καὶ σὲ καὶ τἆλλα ἤδη κατὰ τὸν αὐτὸν λόγον, Σωκράτη ὑγιαίνοντα καὶ Σωκράτη αὖ ἀσθενοῦντα. πότερον ὅμοιον τοῦτ᾽ ἐκείνῳ ἢ ἀνόμοιον φήσομεν;Θεαίτητος
ἆρα τὸν ἀσθενοῦντα Σωκράτη, ὅλον τοῦτο λέγεις ὅλῳ ἐκείνῳ, τῷ ὑγιαίνοντι Σωκράτει;Σωκράτης
κάλλιστα ὑπέλαβες: αὐτὸ τοῦτο λέγω.Θεαίτητος
ἀνόμοιον δήπου.Σωκράτης
καὶ ἕτερον ἄρα οὕτως ὥσπερ ἀνόμοιον;Θεαίτητος
ἀνάγκη.