[203δ]
Θεαίτητος
τί μήν;Σωκράτης
τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει.Θεαίτητος
ναί.Σωκράτης
τί δ᾽; ἑκάτερον ἄρ᾽ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;Θεαίτητος
ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες.Σωκράτης
ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.