previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταυτὶ μὲν διαλελυμένα καὶ ἐξ ἐπερωτήσεως. οἷς Λυσίας μὲν ἥκιστα κέχρηται, Δημοσθένης δὲ παρὰ τουτουὶ τὰς ἀφορμὰς λαβὼν ἀφειδέστερον, οἷον: “οὐκ οὖν σὺ μισθοφορὰν λέγεις; φήσει τις. καὶ παραχρῆμά γε τὴν αὐτὴν σύνταξιν ἁπάντων, ἄνδρες Ἀθηναῖοι, ἵνα τῶν κοινῶν τὸ μέρος λαμβάνων ἕκαστος, ὅτου δέοιτο πόλις, τοῦτο παρέχοι. ἔξεστιν ἄγειν ἡσυχίαν: οἴκοι μένων βελτίων εἶ, τοῦ δι᾽ ἔνδειαν ἀνάγκῃ τι ποιεῖν αἰσχρὸν ἀπηλλαγμένος. συμβαίνει τι τοιοῦτον, οἷα καὶ τὰ νῦν: στρατιώτης αὐτὸς ὑπάρχων ἀπὸ τῶν αὐτῶν τούτων λημμάτων, ὥσπερ ἐστὶ δίκαιον ὑπὲρ τῆς πατρίδος. ἔστι τις ἔξω τῆς ἡλικίας ἡμῶν: ὅσα οὗτος ἀτάκτως νῦν λαμβάνων οὐκ ὠφελεῖ, ταῦτα ἐν ἴσῃ τάξει παραλαμβάνων πάντ᾽ ἐφορῶν καὶ διοικῶν, χρὴ πράττεσθαι. ὅλως δὲ οὔτε ἀφελὼν οὔτε προσθεὶς πλήν τι μικρῷ τὴν ἀταξίαν ἀνελών, εἰς τάξιν ἤγαγον τὴν πόλιν, τὴν αὐτὴν τοῦ λαβεῖν, τοῦ στρατεύεσθαι, τοῦ [p. 110] δικάζειν, τοῦ ποιεῖν τοῦθ᾽, τι καθ᾽ ἡλικίαν ἕκαστος ἔχοι καὶ ὅτου καιρὸς εἴη, τάξιν ποιήσας.” ἐκεῖνα δὲ κατὰ συστροφὴν καὶ παρακεκινδυνευμένα τῷ τε βραχέως καὶ ἀγκύλως καὶ ἐκ παραδόξου συντίθεσθαι, καὶ οὐχ ἅπασιν οὐδὲ ἐκ προχείρου γνωριζόμενα: “καὶ οὗτος πάντων ἀνθρώπων σχετλιώτατος, οὐ παρεχομένων αὐτῶν μάρτυρας δοῦναι, ὧν ἐναντίον ἡμῖν ἀποδοῦναι φασίν, ὡς ἐκείνοις πιστεύειν προσποιεῖται μᾶλλον, ὡς ἀποδεδώκασιν ἡμῖν, ἡμῖν, ὡς οὐκ ἀπειλήφαμεν. καίτοι πᾶσι φανερόν, ὡς ἔοικεν, οἳ καὶ τὸν τούτου πατέρα ἀπεστέρουν ὄντα ἐπίτιμον, ὅτι ἡμῖν ἑκόντες οὐκ ἂν ἀπέδοσαν, εἰσπράξασθαι δὲ οὕτως ἔχοντες οὐκ ἂν ἐδυνήθημεν.” καὶ γὰρ τοῦτό ἐστι τὸ σχῆμα, πολλάκις Δημοσθένης κέχρηται: “εἶτ᾽ οἴεσθε, οἳ μὲν αὐτὸν οὐδὲν ἂν ἠδυνήθησαν ποιῆσαι κακόν, αὐτοὶ δὲ μὴ παθεῖν ἐφυλάξαντ᾽ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον προλέγοντα βιάζεσθαι, ὑμῖν δὲ ἐκ προρρήσεως πολεμῆσαι;” καὶ ἔτι γε τὰ τοιαῦτα: “ γάρ, μὲν ὑπῆρχεν ἔξω τῶν ἀποτιμηθέντων, [p. 111] κατελελειτούργητο, δανειζομένῳ δ᾽ οὐδεὶς ἂν ἔδωκεν ἐπ᾽ αὐτοῖς ἔτι πλέον οὐδέν, ἀποδεδωκότι τὰς μισθώσεις ἔχειν ἐμοὶ προσῆκον ἀναμφισβητήτως, οὗτοι τηλικαύτην δίκην λαχόντες καὶ σφέτερα αὐτῶν εἶναι φάσκοντες ἐκώλυσάν μ᾽ ἐξ αὐτῶν ποιήσασθαι τὴν ἐπισκευήν.” καὶ τί δεῖ τὰ πλείω παρατιθέντα μηκύνειν; πολλὰ γὰρ ἄν τις εὕροι τῶν Ἰσαίου καὶ κατὰ τὴν σύνθεσιν καὶ κατὰ τοὺς σχηματισμοὺς ἐξηλλαγμένα μὲν τῆς Λυσίου λέξεως, ἐοικότα δὲ τῇ Δημοσθένους δεινότητι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: