previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ καὶ περὶ τῶν δημηγοριῶν αὐτοῦ τὰ δοκοῦντά μοι φανερὰ ποιήσειν ὑπεσχόμην, ἐν αἷς οἴονταί τινες τὴν ἄκραν τοῦ συγγραφέως εἶναι δύναμιν, διελόμενος καὶ ταύτην διχῇ τὴν θεωρίαν εἴς τε τὸ πραγματικὸν μέρος καὶ εἰς τὸ λεκτικὸν χωρὶς ὑπὲρ ἑκατέρου ποιήσομαι τὸν λόγον, ἀρξάμενος ἀπὸ τοῦ πραγματικοῦ. ἐν πρώτην μὲν ἔχει μοῖραν τῶν ἐνθυμημάτων τε καὶ νοημάτων εὕρεσις, δευτέραν δὲ τῶν εὑρεθέντων χρῆσις: ἐκείνη μὲν ἐν τῇ φύσει μᾶλλον ἔχουσα τὴν ἰσχύν, αὕτη δὲ ἐν τῇ τέχνῃ. τούτων μὲν πλέον ἔχουσα τοῦ τεχνικοῦ τὸ φυσικὸν καὶ διδαχῆς ἐλάττονος δεομένη θαυμαστή τίς ἐστι παρὰ τῷ συγγραφεῖ: φέρει γὰρ ὥσπερ ἐκ πηγῆς πλουσίας ἄπειρόν τι χρῆμα νοημάτων τε καὶ ἐνθυμημάτων περιττῶν καὶ ξένων καὶ παραδόξων. δὲ πλεῖον ἔχουσα τὸ τεχνικὸν καὶ λαμπροτέραν ποιοῦσα φαίνεσθαι τὴν ἑτέραν ἐνδεεστέρα τοῦ δέοντος ἐπὶ πολλῶν. ὅσοι μὲν οὖν ἐκτεθαυμάκασιν αὐτὸν ὑπὲρ τὸ μέτριον, ὡς μηδὲν τῶν θεοφορήτων διαφέρειν, διὰ τὸ πλῆθος ἐοίκασι τῶν ἐνθυμημάτων τοῦτ᾽ ἐσχηκέναι τὸ πάθος. οὓς ἐὰν διδάσκῃ τις ἐφ᾽ [p. 382] ἑκάστῳ πράγματι παρατιθεὶς τὸν λόγον, ὅτι ταυτὶ μὲν οὐκ ἦν ἐπιτήδεια ἐν τούτῳ τῷ καιρῷ καὶ ὑπὸ τούτων τῶν προσώπων λέγεσθαι, ταυτὶ δ᾽ οὐκ ἐπὶ τούτοις τοῖς πράγμασιν οὐδὲ μέχρι τούτου, δυσχεραίνουσιν, ὅμοιόν τι πάσχοντες τοῖς κεκρατημένοις ὑφ᾽ οἵας δή τινος ὄψεως ἔρωτι μὴ πολὺ ἀπέχοντι μανίας. ἐκεῖνοί τε γὰρ πάσας τὰς ἀρετάς, ὁπόσαι γίνονται περὶ μορφὰς εὐπρεπεῖς, ταῖς καταδεδουλωμέναις αὑτοὺς προσεῖναι νομίζουσι, καὶ τοὺς ἐξονειδίζειν ἐπιχειροῦντας, εἴ τι περὶ αὐτὰς ὑπάρχει σίνος, ὡς βασκάνους καὶ συκοφάνντας προβέβληνται: οὗτοί τε ὑπὸ τῆς μιᾶς ταύτης ἀρετῆς κεκαρωμένοι τὴν διάνοιαν ἅπαντα καὶ τὰ μὴ προσόντα τῷ συγγραφεῖ μαρτυροῦσίν: γὰρ ἕκαστος εἶναι βούλεται περὶ τὸ φιλούμενόν τε καὶ θαυμαζόμενον ὑφ᾽ ἑαυτοῦ, ταῦτα οἴεται. ὅσοι δ᾽ ἀδέκαστον τὴν διάνοιαν φυλάσσουσι καὶ τὴν ἐξέτασιν τῶν λόγων ἐπὶ τοὺς ὀρθοὺς κανόνας ἀναφέρουσιν, εἴ τε φυσικῆς τινος κρίσεως μετειληφότες εἴ τε καὶ διὰ διδαχῆς ἰσχυρὰ τὰ κριτήρια κατασκευάσαντες, οὔτε ἅπαντα ἐπαινοῦσιν ἐπ᾽ ἴσης οὔτε πρὸς ἅπαντα δυσχεραίνουσιν, ἀλλὰ τοῖς μὲν κατορθώμασι τὴν προσήκουσαν μαρτυρίαν ἀπονέμουσιν, εἰ δέ τι διημάρτηται μέρος ἐν αὐτοῖς, οὐκ ἐπαινοῦσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: