previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐξετάσωμεν δὴ παρὰ τοῦτον τὸν διάλογον τὸν οὕτω καλῶς καὶ περιττῶς ἔχοντα ἕτερον αὐτοῦ διάλογον, ὃν μάλιστα ἐπαινοῦσιν οἱ τοῦ χαρακτῆρος τούτου θαυμασταί. ὑποτίθεται δή, στρατιὰν ἀποστειλάντων Ἀθηναίων ἐπὶ Μηλίους Λακεδαιμονίων ἀποίκους, πρὶν ἄρξασθαι τοῦ πολέμου, τὸν στρατηγὸν τῶν Ἀθηναίων καὶ τοὺς προβούλους τῶν Μηλίων συνιόντας εἰς λόγους περὶ καταλύσεως τοῦ πολέμου: καὶ κατ᾽ ἀρχὰς μὲν ἐκ τοῦ ἰδίου προσώπου δηλοῖ τὰ λεχθέντα ὑφ᾽ ἑκατέρων, ἐπὶ μιᾶς δ᾽ ἀποκρίσεως τοῦτο τὸ σχῆμα διατηρήσας, τὸ διηγηματικόν, προσωποποιεῖ τὸν μετὰ ταῦτα διάλογον καὶ δραματίζει. ἄρχει δ᾽ Ἀθηναῖος τάδε λέγων: “ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται, ὅπως δὴ μὴ συνεχεῖ ῥήσει οἱ λαοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐς ἅπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσιγινώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἐς τοὺς ὀλίγους ἀγωγή,” ὑμεῖς οἱ προκαθήμενοι ἔτι ἀσφαλέστερον [p. 389] ποιήσετε. καὶ μηδ᾽ ὑμεῖς ἐν ὀλίγῳ ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε: καὶ πρῶτον, εἰ ἀρέσκει ὡς λέγομεν, εἴπατε.” οἱ δὲ τῶν Μηλίων σύνεδροι ἀπεκρίναντο: “ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ᾽ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται: τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ φαίνετε.” τοῦτο τὸ τελευταῖον εἴ τις ἐν τοῖς σχήμασιν ἀξιώσει φέρειν, οὐκ ἂν φθάνοι πάντας τοὺς σολοικισμούς, ὅσοι γίγνονται παρὰ τοὺς ἀριθμοὺς καὶ παρὰ τὰς πτώσεις, σχήματα καλῶν; προθεὶς γὰρ μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ᾽ ἡσυχίαν οὐ ψέγεται,” ἔπειτα συνάψας τῷ ἑνικῷ καὶ κατὰ τὴν ὀρθὴν ἐξενηνεγμένῳ πτῶσιντὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλονταἐπιζεύγνσι τούτοις ἑνικὸν καὶ κατὰ τὴν γενικὴν ἐσχηματισμένον πτῶσιν, εἴ τε ἄρθρον δεικτικὸν βούλεταί τις αὐτὸ καλεῖν εἴ τε ἀντονομασίαν, τὸαὐτοῦ”: τοῦτο δὲ οὔτε τῷ θηλυκῷ καὶ ἑνικῷ καὶ ὀνοματικῷ προσαρμοττόμενον σῴζει τὴν ἀκολουθίαν οὔτε τῷ πληθυντικῷ καὶ οὐδετέρῳ καὶ κατὰ τὴν αἰτιατικὴν ἐσχηματισμένῳ πτῶσιν. ἦν δ᾽ ἂν λόγος κατάλληλος οὕτω σχηματισθείς: [p. 390] μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ᾽ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται, τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτῆς φαίνεται.” τούτοις ἐπιτίθησιν ἐνθύμημα νενοημένον μὲν οὐκ ἀτόπως, ἡρμηνευμένον δὲ οὐκ εὐπαρακολουθήτως: “εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἄλλο τι ξυνήκετε, ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσαντες τῇ πόλει, παυόμεθα: εἰ δ᾽ ἐπὶτοῦτο, λέγοιμεν ἄν.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: