previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Φίλιστος δὲ Θουκυδίδῃ μᾶλλον ἂν δόξειεν ἐοικέναι καὶ κατ᾽ ἐκεῖνον κοσμεῖσθαι τὸν χαρακτῆρα. οὔτε γὰρ ὑπόθεσιν εἴληφε πολυωφελῆ καὶ κοινήν, ὥσπερ Θουκυδίδης ἀλλὰ μίαν καὶ ταύτην τοπικήν: διῄρηκε δ᾽ αὐτὴν εἰς γραφὰς δύο, Περὶ Σικελίας μὲν τὴν προτέραν ἐπιγράφων, Περὶ Διονυσίου δὲ τὴν ὑστέραν. ἔστι δὲ μία: καὶ τοῦτο γνοίης ἂν ἀπὸ τοῦ [2] τέλους τῆς Σικελικῆς. τάξιν δὲ οὐ τὴν κρατίστην ἀποδέδωκε τοῖς δηλουμένοις ἀλλὰ δυσπαρακολούθητον, [p. 243] χεῖρον τῆς Θουκυδίδου. καὶ πρᾶγμα ἔξωθεν οὐ βούλεται παραλαμβάνειν, ὥς2περ οὐδὲ Θουκυδίδης, ἀλλ᾽ ἔστιν ὁμοειδής. ἦθός τε κολακικὸν καὶ φιλοτύραννον [3] ἐμφαίνει καὶ ταπεινὸν καὶ μικρολόγον. τῆς δὲ λέξεως Θουκυδίδης κέχρηται τὸ μὲν σημειῶδες καὶ περίεργον πέφευγεν, τὸ δὲ στρογγύλον καὶ πυκνὸν καὶ ἐνθυμηματικὸν ἐκμέμακται. τῆς μέντοι καλλιλογίας τῆς ἐκείνου καὶ τῆς σεμνότητος καὶ τοῦ πλούτου τῶν [4] ἐνθυμημάτων καὶ πολὺ ὑστερεῖ. οὐ μόνον δ᾽ ἐν τούτοις, ἀλλὰ καὶ κατὰ τοὺς σχηματισμούς: μὲν γὰρ πλήρης σχημάτωνκαὶ οὐδὲν οἶμαι περὶ τῶν φανερῶν ἐπὶ πλέον δεῖν λέγειν), δὲ Φιλίστου φράσις ὁμοειδὴς πᾶσα δεινῶς καὶ ἀσχημάτιστός ἐστι: καὶ πολλὰς εὕροι τις ἂν περιόδους ὁμοίως ἐφεξῆς ὑπ᾽ αὐτοῦ σχηματιζομένας, οἷον ἐν ἀρχῇ τῆς δευτέρας τῶν περὶ [5] Σικελίας: “Συρακόσιοι δὲ παραλαβόντες Μεγαρεῖς καὶ Ἐνναίους, Καμαριναῖοι δὲ Σικελοὺς καὶ τοὺς ἄλλους συμμάχους πλὴν Γελῴων ἀθροίσαντες, Γελῷοι δὲ Συρακοσίοις οὐκ ἔφασαν πολεμήσειν: Συρακόσιοι δὲ πυνθανόμενοι Καμαριναίους τὸν Ὕρμινον διαβάντας—”: [p. 244] [6] ταῦτα δὲ ἀηδῆ πάνυ ὄντα ἐμοὶ φαίνεται. μικρός τε παρὰ πᾶσαν ἰδέαν ἐστὶ καὶ εὐτελής, ἐάν τε πολιορκίας διηγῆται ἐάν τε οἰκισμούς, ἐάν τε ἐπαίνους ἐάν τε ψόγους διαπορεύηται. ἀλλ᾽ οὐδὲ τοῖς μεγέθεσι τῶν ἀνδρῶν συνεξισῶν τοὺς λόγους, ἀλλὰ ψοφοδεεῖς καὶ τοὺς κρατίστους δημηγοροῦντας καταλείπων τὰς δυνάμεις καὶ τὰς προαιρέσεις ὁμοίους ἅπαντας ποιεῖ. εὐστομίαν δέ τινα φυσικὴν εἰσφέρεται κατὰ τὴν ἑρμηνείαν καὶ σύνεσιν ἐπιτευκτικὴν τοῦ μετρίου. πρὸς δὲ τοὺς ἀληθινοὺς ἀγῶνας ἐπιτηδειότερος Θουκυδίδου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: