previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

41. Κουρίων δὲ Σικελίαν μὲν 1 ἀμαχεὶ παρεστήσατο ῾ὁ γὰρ Κάτων ἄρχων αὐτῆς, ὡς οὔτε ἀξιόμαχός οἱ ἦν οὔτε τὰς πόλεις ἐς κίνδυνον μάτην ἐμβαλεῖν ἠθέλησε, προεξεχώρησε 2 πρὸς τὸν Πομπήιον᾽, ἐς [2] δὲ δὴ τὴν Ἀφρικὴν περαιωθεὶς ἀπώλετο. μὲν [p. 70] γὰρ Καῖσαρ Λούκιος τὴν Ἀσπίδα τὴν πόλιν, ἐν κατὰ τύχην ἄλλως ἦν, πρὸς τὸν ἐπίπλουν αὐτοῦ ἐξέλιπε, καὶ Πούπλιος Ἄττιος Οὐᾶρος τὰ 3 ἐκεῖ πράγματα τότε ἔχων καὶ στρατιώτας συχνοὺς καὶ πλοῖα συχνὰ 4 ἡττηθεὶς ὑπ᾽ αὐτοῦ [3] ἀπέβαλεν: δὲ δὴ Ἰόβας Ἰεμψοῦ τε παῖς ὢν καὶ τῶν Νομάδων βασιλεύων, τά τε τοῦ Πομπηίου ὡς καὶ τὰ τοῦ δήμου τῆς τε βουλῆς προτιμῶν, καὶ τὸν Κουρίωνα διά τε τοῦτο, καὶ ὅτι τήν τε βασιλείαν αὐτοῦ δημαρχῶν ἀφελέσθαι καὶ τὴν 5 χώραν δημοσιῶσαι ἐπεχείρησε, μισῶν, [4] ἰσχυρῶς αὐτῷ προσεπολέμησεν. οἴκαδε μὲν γὰρ ἐς τὴν Νουμιδίαν οὐκ ἀνέμεινεν αὐτὸν ἐσβαλεῖν, πολιορκοῦντι δέ οἱ Οὐτικὴν παντὶ μὲν ἅμα τῷ στρατῷ οὐ προσέμιξε, φοβηθεὶς μὴ καὶ προπυθόμενος ἐξαναχθείη ῾οὐ γάρ που 6 ἀπώσασθαι αὐτὸν μᾶλλόν τι τιμωρήσασθαι ἐπεθύμεἰ, [5] ὀλίγους δέ τινας προπέμψας, καὶ προφημίσας ὡς αὐτὸς ἄλλοσέ ποι καὶ πόρρω γε ἀπεληλυθὼς εἴη, ἐφέσπετό τέ σφισι καὶ οὐ διήμαρτεν ὧν

1 me\n added by Bk.

2 proecexw/rhse Leuncl., proecexw/rhse me\n L.

3 o( ta\ Leuncl., o(/ti L.

4 ploi=a suxna\ Jacoby, po/leis kai\ L.

5 th\n Rk., th/n te L.

6 pou Bk., pw L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: