previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

24. μετὰ δὲ ταῦτα εἰκοστοῦ ἔτους τῆς ἀρχῆς ἐπιστάντος αὐτὸς μέν, καίτοι περί τε τὸ Ἀλβανὸν καὶ περὶ τὸ Τούσκουλον διατρίβων, οὐκ ἐσῆλθεν ἐς τὴν πόλιν, οἱ δ᾽ ὕπατοι Λούκιός τε Οὐιτέλλιος καὶ Φάβιος Περσικὸς τὴν δεκετηρίδα τὴν δευτέραν ἑώρτασαν. οὕτω γὰρ αὐτήν, ἀλλ᾽ οὐκ εἰκοσετηρίδα ὠνόμαζον, ὡς καὶ τὴν ἡγεμονίαν αὖθις αὐτῷ [2] κατὰ τὸν Αὔγουστον διδόντες. τήν τε οὖν ἑορτὴν ἅμα ἐποίουν καὶ ἐκολάζοντο: ἀφείθη μὲν γὰρ τῶν αἰτιαθέντων τότε οὐδείς, πάντες δ᾽ ἡλίσκοντο, οἱ μὲν πλείους ἔκ τε τῶν τοῦ Τιβερίου γραμμάτων 1 καὶ ἐκ τῶν τοῦ Μάκρωνος βασάνων, οἱ δὲ δὴ λοιποὶ ἐξ ὧν βουλεύεσθαί 2 σφας ὑπώπτευον. καὶ ἐθρυλεῖτό γε ὅτι δι᾽ αὐτὸ τοῦτο οὐδ᾽ ἀφικνοῖτο ἐς τὴν Ῥώμην, ἵνα μὴ παρὼν ταῖς καταδίκαις [3] αἰσχύνοιτο. ἄλλοι τε οὖν, οἱ μὲν ὑπὸ τῶν δημίων οἱ δὲ καὶ ὑφ᾽ ἑαυτῶν, ἀπέθανον καὶ Πομπώνιος Λαβεών. καὶ οὗτος μὲν τῆς τε Μυσίας ποτὲ ὀκτὼ ἔτεσι μετὰ τὴν στρατηγίαν ἄρξας, καὶ δώρων μετὰ τῆς γυναικὸς γραφείς, ἐθελοντὶ 3 σὺν αὐτῇ διεφθάρη: Μάμερκος 4 δὲ δὴ Αἰμίλιος [p. 248] Σκαῦρος μήτ᾽ ἄρξας τινῶν μήτε δωροδοκήσας ἑάλω τε διὰ τραγῳδίαν καὶ παθήματι δεινοτέρῳ [4] οὗ συνέγραψε περιέπεσεν. Ἀτρεὺς μὲν τὸ ποίημα ἦν, παρῄνει δὲ τῶν ἀρχομένων τινὶ ὑπ᾽ αὐτοῦ, κατὰ τὸν Εὐριπίδην, ἵνα τὴν τοῦ κρατοῦντος ἀβουλίαν φέρῃ. μαθὼν οὖν τοῦτο Τιβέριος ἐφ᾽ ἑαυτῷ τε τὸ ἔπος εἰρῆσθαι ἔφη, Ἀτρεὺς εἶναι διὰ τὴν μιαιφονίαν 5 προσποιησάμενος, καὶ ὑπειπὼν ὅτικαὶ ἐγὼ οὖν Αἴαντ᾽ αὐτὸν 6 ποιήσω,’ ἀνάγκην οἱ προσήγαγεν αὐτοεντεὶ 7 [5] ἀπολέσθαι. οὐ μὴν καὶ 8 ἐπὶ τούτῳ κατηγορήθη, ἀλλ᾽ ὡς 9 τὴν Λιουίλλαν μεμοιχευκώς: πολλοὶ γὰρ δὴ καὶ ἄλλοι δι᾽ αὐτήν, οἱ μὲν ἐπ᾽ ἀληθείας οἱ δὲ ἐκ συκοφαντίας, ἐκολάσθησαν. ”

1 gramma/twn Xyl., pragma/twn M cod. Peir.

2 bouleu/esqai/ M, bou/lesqai/ cod. Peir.

3 e)qelonti\ Dind., e)qelonth= M.

4 *ma/merkos Lipsius, ma/rkos M Xiph., mame/rtios exc. Vat.

5 ei)=nai repeated after miaifoni/an in M.

6 ou)=n *ai)/ant' au)to\n Bs., ou)=n ai)/anta au)to\n Xiph. Zon. (and late corr. in M), ou)neantau/thn M.

7 au)toentei\ M Xiph., au)toenti/a| Zon.

8 ou) mh\n kai\ Xiph., ou) mh\n a)lla\ kai\ M.

9 a)ll' w(s Xiph., a)/llws M.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: