previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22. δὲ Ἀντωνῖνος, καίτοι τὸν Ἀλέξανδρον ὑπεραγαπᾶν φάσκων, τοὺς ἐκείνου πολίτας μικροῦ δεῖν πάντας ἄρδην ἀπώλεσεν. ἀκούων γὰρ ὅτι διαβάλλοιτο 1 καὶ σκώπτοιτο παρ᾽ αὐτῶν ἐπί τε τοῖς ἄλλοις καὶ οὐχ ἥκιστα τῇ ἀδελφοκτονίᾳ, [p. 334] ὥρμησεν ἐπὶ τὴν Ἀλεξάνδρειαν, ἐπικρυπτόμενος [2] τὴν ὀργὴν καὶ ποθεῖν αὐτοὺς προσποιούμενος. ἐπεὶ δὲ ἐς τὸ προάστειον ἦλθε, τοὺς μὲν πρώτους αὐτῶν μεθ᾽ ἱερῶν τινῶν ἀπορρήτων ἐλθόντας δεξιωσάμενος ὡς καὶ συνεστίους ποιῆσαι ἀπέκτεινε, μετὰ δὲ τοῦτο πάντα τὸν στρατὸν ἐξοπλίσας ἐς τὴν πόλιν ἐνέβαλε, πᾶσι μὲν τοῖς τῇδε ἀνθρώποις προπαραγγείλας οἴκοι μένειν, πάσας δὲ τὰς ὁδοὺς καὶ [3] προσέτι καὶ τὰ τέγη προκατασχών. καὶ ἵνα τὰς κατὰ μέρος συμφορὰς τὰς τότε κατασχούσας τὴν ἀθλίαν πόλιν παρῶ, τοσούτους κατέσφαξεν ὥστε μηδὲ εἰπεῖν περὶ τοῦ πλήθους αὐτῶν τολμῆσαι, ἀλλὰ καὶ τῇ βουλῇ γράψαι ὅτι οὐδὲν διαφέρει πόσοι σφῶν τίνες ἐτελεύτησαν: πάντες γὰρ τοῦτο παθεῖν ἄξιοι ἦσαν. τῶν δὲ χρημάτων τὰ

1 diaba/lloito R. Steph., diaba/loito *wC.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: