previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταῦτα φιλοσοφήσασαδιδάσκει γὰρ Ἔρως καὶ λόγουςἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπενὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδοςγένοιτο δὲ καὶ ἡδονῆςκαὶ [2] ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.’ Ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλάουσα, ἔπαθόν τι ἀνθρώπινον, καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ καὶ ἄλλως ὅτι Λευκίππην ἀπειλήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, [3] ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. Περιβαλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον: καὶ ἐγένετο ὅσα Ἔρως ἤθελεν οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν ἀφροδισίων. [4] Αὐτουργὸς γὰρ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. Τὸ δ̓ ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος: αὐτοφυῆ γὰρ ἔχει τὴν ἡδονήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: