previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


II. Res Italiae

ἀλλὰ πολὺ ῥᾳδιεστέραν καὶ συντομωτέραν συνέβη γενέσθαι τὴν Ἀσδρούβου παρουσίαν εἰς Ἰταλίαν. —

διόπερ ὡς οὐδέποτε μᾶλλον ὀρθὴ καὶ περίφοβος τῶν Ῥωμαίων πόλις ἐγεγόνει, καραδοκοῦσα τὸ συμβησόμενον. —

Ἀσδρούβᾳ δὲ τούτων μὲν ἤρεσκεν οὐδέν, [2] τῶν δὲ πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν διὰ τὸ θεωρεῖν τοὺς πολεμίους ἐκτεταγμένους καὶ προσάγοντας, ἠναγκάζετο παρατάττειν τοὺς Ἴβηρας καὶ τοὺς μετ᾽ αὐτοῦ γεγονότας Γαλάτας. [3] προθέμενος δὲ τὰ θηρία τὸν ἀριθμὸν ὄντα δέκα, καὶ τὸ βάθος αὐξήσας τῶν τάξεων, καὶ ποιήσας ἐν βραχεῖ χώρῳ τὴν ὅλην δύναμιν, πρὸς δὲ τούτοις μέσον αὑτὸν θεὶς τῆς παρατάξεως κατὰ τὴν τῶν θηρίων προστασίαν, ἐποιεῖτο τὴν ἔφοδον ἐπὶ τὰ λαιὰ τῶν πολεμίων, προδιειληφὼς ὅτι δεῖ κατὰ τὸν παρόντα κίνδυνον νικᾶν θνήσκειν. [4] μὲν οὖν Λίβιος ἀντεπῄει τοῖς πολεμίοις σοβαρῶς καὶ συμβαλὼν ταῖς αὑτοῦ δυνάμεσιν ἐμάχετο γενναίως: [5] δὲ Κλαύδιος ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγμένος προάγειν μὲν εἰς τοὔμπροσθεν καὶ περικερᾶν τοὺς ὑπεναντίους οὐκ ἐδύνατο διὰ τὰς προκειμένας δυσχωρίας, αἷς πεπιστευκὼς Ἀσδρούβας ἐποιήσατο τὴν ἐπὶ τὰ λαιὰ τῶν πολεμίων ἔφοδον. [6] ἀπόρως δὲ διακείμενος ἐπὶ τῷ μηδὲν πράττειν, ὑπ᾽ αὐτοῦ τοῦ συμβαίνοντος ἔμαθεν δέον ἦν πράττειν. [7] διὸ καὶ παραδεξάμενος ἀπὸ τῶν δεξιῶν τοὺς αὑτοῦ στρατιώτας κατὰ τὸν ὄπισθεν τόπον τῆς μάχης, καὶ τὸ λαιὸν ὑπεράρας τῆς ἰδίας παρεμβολῆς, προσέβαλε κατὰ κέρας τοῖς Καρχηδονίοις ἐπὶ τὰ θηρία. [8] καὶ μέχρι μὲν [οὖν] τούτων ἀμφίδοξος ἦν νίκη. οἵ τε γὰρ ἄνδρες ἐφαμίλλως ἐκινδύνευον ἀμφότεροι διὰ τὸ μήτε τοῖς Ῥωμαίοις ἐλπίδα καταλείπεσθαι σωτηρίας, εἰ σφαλεῖεν, μήτε τοῖς Ἴβηρσι καὶ Καρχηδονίοις: τά τε θηρία κοινὴν ἀμφοῖν παρείχοντο τὴν χρείαν ἐν τῇ μάχῃ: [9] μέσα γὰρ ἀπειλημμένα καὶ συνακοντιζόμενα διετάραττε καὶ τὰς τῶν Ῥωμαίων καὶ τὰς τῶν Ἰβήρων τάξεις. [10] ἅμα δὲ τῷ τοὺς περὶ τὸν Κλαύδιον προσπεσεῖν κατ᾽ οὐρὰν τοῖς πολεμίοις ἄνισος ἦν μάχη, τῶν μὲν κατὰ πρόσωπον, τῶν δὲ κατὰ νώτου τοῖς Ἴβηρσι προσκειμένων. [11] ἐξ οὗ καὶ συνέβη τοὺς πλείστους τῶν Ἰβήρων ἐν αὐτῷ τῷ τῆς μάχης καιρῷ κατακοπῆναι. [12] τῶν δὲ θηρίων τὰ μὲν ἓξ ἅμα τοῖς ἀνδράσιν ἔπεσε, τὰ δὲ τέτταρα διωσάμενα τὰς τάξεις ὕστερον ἑάλω μεμονωμένα καὶ ψιλὰ τῶν Ἰνδῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: