This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[52] Γναῖος δὲ Πομπήιος ὑπηγάγετο Μάρσους καὶ Μαρρουκίνους καὶ Οὐηστίνους, καὶ Γάιος Κοσκώνιος, ἕτερος Ῥωμαίων στρατηγός, ἐπελθὼν Σαλαπίαν τε ἐνέπρησε καὶ Κάννας παρέλαβε, καὶ Κανύσιον περικαθήμενος Σαυνίταις ἐπελθοῦσιν ἀντεμάχετο ἐγκρατῶς, μέχρι φόνος πολὺς ἑκατέρων ἐγένετο καὶ ὁ Κοσκώνιος ἐλαττούμενος ἐς Κάννας ὑπεχώρει. Τρεβάτιος δ᾽ αὐτόν, ὁ τῶν Σαυνιτῶν στρατηγός, ποταμοῦ διείργοντος, ἐκέλευεν ἢ περᾶν ἐπ᾽ αὐτὸν ἐς μάχην ἢ ἀναχωρεῖν, ἵνα περάσειεν. ὁ δ᾽ ἀναχωρεῖ καὶ διαβάντι τῷ Τρεβατίῳ προσπεσὼν μάχῃ τε κρείττων ἐγένετο καὶ φεύγοντος ἐπὶ τὸ ῥεῦμα αὐτοῦ μυρίους καὶ πεντακισχιλίους διέφθειρεν: οἱ δὲ λοιποὶ μετὰ τοῦ Τρεβατίου διέφυγον ἐς Κανύσιον. καὶ ὁ Κοσκώνιος τὴν Λαριναίων καὶ Οὐενουσίων καὶ Ἀσκλαίων γῆν ἐπιδραμὼν ἐς Ποιδίκλους ἐσέβαλε καὶ δυσὶν ἡμέραις τὸ ἔθνος παρέλαβε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

