previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

βέλτιον δ᾽ ἴσως ἀπὸ τῆς γενέσεως ἄρξασθαι πρῶτον. τοῖς τοίνυν ἐπιθυμοῦσιν ἐνδόξων τέκνων γενέσθαι πατράσιν ὑποθείμην ἂν ἔγωγε μὴ ταῖς τυχούσαις γυναιξὶ συνοικεῖν, λέγω δ᾽ οἷον ἑταίραις παλλακαῖς τοῖς γὰρ μητρόθεν πατρόθεν οὐκ εὖ γεγονόσιν ἀνεξάλειπτα παρακολουθεῖ τὰ τῆς δυσγενείας ὀνείδη παρὰ πάντα τὸν βίον καὶ πρόχειρα τοῖς ἐλέγχειν καὶ λοιδορεῖσθαι βουλομένοις. καὶ σοφὸς ἦν ἄρ᾽ ποιητὴς ὅς φησιν
ὅταν 1 δὲ κρηπὶς μὴ καταβληθῇ γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους
καλὸς οὖν παρρησίας θησαυρὸς εὐγένεια, ἧς δὴ πλεῖστον λόγον ποιητέον τοῖς νομίμου παιδοποιίας γλιχομένοις. καὶ μὲν δὴ τὰ φρονήματα τῶν ὑπόχαλκον καὶ κίβδηλον ἐχόντων τὸ γένος σφάλλεσθαι καὶ ταπεινοῦσθαι πέφυκε, καὶ μάλ᾽ ὀρθῶς λέγων ποιητής φησι [p. 2]
δουλοῖ 2 γὰρ ἄνδρα, κἂν θρασύσπλαγχνός τις ,
ὅταν συνειδῇ μητρὸς πατρὸς 3 κακά
ὥσπερ ἀμέλει μεγαλαυχίας ἐμπίπλανται καὶ φρυάγματος οἱ γονέων διασήμων. Διόφαντον γοῦν τὸν Θεμιστοκλέους πολλάκις λέγουσι φάναι καὶ πρὸς πολλοὺς ὡς τι ἂν αὐτὸς βούληται, τοῦτο καὶ τῷ δήμῳ συνδοκεῖ τῷ τῶν Ἀθηναίων. μὲν γὰρ αὐτὸς ἐθέλει, καὶ μήτηρ: δ᾽ ἂν μήτηρ, καὶ Θεμιστοκλῆς δ᾽ ἂν Θεμιστοκλῆς, καὶ πάντες Ἀθηναῖοι. πάνυ δ᾽ ἄξιον ἐπαινεῖν καὶ Λακεδαιμονίους τῆς. μεγαλοφροσύνης, οἵτινες Ἀρχίδαμον τὸν βασιλέα ἑαυτῶν ἐζημίωσαν χρήμασιν, ὅτι μικρὰν τὸ μέγεθος γυναῖκα γάμῳ λαβεῖν ὑπέμεινεν, ὑπειπόντες 4 ὡς οὐ βασιλέας ἀλλὰ βασιλείδας παρασχεῖν αὐτοῖς διανοοῖτο.

1 ὅταν] Eurip. Herc. f. 1261

2 δουλοῖ] Eur. Hipp. 424

3 μητρὸς πατρὸς Euripides: πατρὸς μητρὸς

4 ἐπειπόντες Meziriacus.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William W. Goodwin, 1874)
load focus English (Frank Cole Babbitt, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: