Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν Δημοσθένη ὡς ἐπισκεψόμενον καταλαβεῖν κατέχοντα τὸ καθ᾽ αὑτοῦ βιβλίον: τούτου δ᾽ ἀγανακτοῦντος, εἶπε ‘ φίλον μὲν ὄντα οὐδὲν λυπήσει, ἐχθρὸν δὲ γενόμενον κωλύσει τι κατ᾽ ἐμοῦ πρᾶξαι’ ἐψηφίσατο δὲ καὶ τιμὰς Ἰόλᾳ τῷ δοκοῦντι Ἀλεξάνδρῳ τὸ φάρμακον δοῦναι. ἐκοινώνησε δὲ καὶ Λεωσθένει τοῦ Λαμιακοῦ πολέμου, καὶ ἐπὶ τοῖς πεσοῦσιν εἶπε τὸν ἐπιτάφιον θαυμασίως Φιλίππου δὲ πλεῖν ἐπ᾽ Εὐβοίας παρεσκευασμένου καὶ τῶν Ἀθηναίων εὐλαβῶς ἐχόντων, τεσσαράκοντα τριήρεις ἤθροισεν ἐξ ἐπιδόσεως καὶ πρῶτος ὑπὲρ αὑτοῦ καὶ τοῦ παιδὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.