καὶ μόνον διηγεῖσθαι τὰ πραχθέντα καὶ τούτοις [p. 195] οὐκ ἐνοχλεῖν τοὺς δικαστάς. ἐπέμφθη δὲ καὶ πρὸς Ἠλείους ἀπολογησόμενος ὑπὲρ Καλλίππου τοῦ ἀθλητοῦ, ἔχοντος αἰτίαν φθεῖραι τὸν ἀγῶνα, καὶ ἐνίκησε. γραψάμενος δὲ καὶ τὴν Φωκίωνος δωρεάν, ἣν εἶπε Μειδίας Μειδίου Ἀναγυράσιος ἐπὶ Ξενίου ἄρχοντος, Γαμηλιῶνος ἑβδόμῃ φθίνοντος, ἡττήθη.
Δείναρχος
Δείναρχος Σωκράτους ἢ Σωστράτου, ὡς μέν τινες ἐγχώριος, ὡς δέ τισι δοκεῖ Κορίνθιος, ἀφικόμενος