Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συνέγραψε κατὰ τῶν αἰτίαν λαβόντων δωροδοκῆσαι, [p. 196] καὶ τούτους τοῖς κατηγόροις ἐξέδωκε. χρόνῳ δ᾽ ὕστερον αἰτιαθεὶς εἰς λόγους παραγίνεσθαι Ἀντιπάτρῳ καὶ Κασάνδρῳ περὶ τὴν κατάληψιν τῆς Μουνυχίας, ἡνίκα ὑπ᾽ Ἀντιγόνου καὶ Δημητρίου ἐφρουρήθη ἐπ᾽ Ἀναξικράτους ἄρχοντος, ἐξαργυρισάμενος τὰ πλεῖστα τῆς οὐσίας ἔφυγεν εἰς Χαλκίδα. διατρίψας δ᾽ ἐπὶ τῆς φυγῆς ὡς πεντεκαίδεκα ἔτη, καὶ πολλὴν οὐσίαν κτησάμενος κατῆλθε, πραξάντων αὐτῷ τὴν κάθοδον τῶν περὶ Θεόφραστον ἅμα τοῖς ἄλλοις φυγάσι. καταλύσας δὲ παρὰ Προξένῳ ἑταίρῳ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.