Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[143]
καὶ ταῦτ᾽ ἐστὶ τὰ βασιλικώτατα καὶ σεμνότατα τῶν ἐκείνῳ πεπραγμένων, καὶ περὶ ὧν οὐδέποτε παύονται λέγοντες οἱ βουλόμενοι τὰ τῶν βαρβάρων μεγάλα ποιεῖν.ὥστ᾽ οὐδεὶς ἂν ἔχοι τοῦτ᾽ εἰπεῖν, ὡς οὐ δικαίως χρῶμαι τοῖς παραδείγμασιν, οὐδ᾽ ὡς ἐπὶ μικροῖς διατρίβω τὰς μεγίστας τῶν πράξεων παραλείπων: