Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[48]
ὅστις οὖν ὁρῶν τοσαύτας μεταβολὰς γεγενημένας ἐφ᾽ ἡμῶν οἴεται παύσεσθαι, λίαν ἀνόητός ἐστιν: ἀλλὰ δεῖ καρτερεῖν ἐπὶ τοῖς παροῦσι καὶ θαρρεῖν περὶ τῶν μελλόντων, ἐπισταμένους ὅτι τὰς τοιαύτας συμφορὰς αἱ πόλεις ἐπανορθοῦνται πολιτείᾳ χρηστῇ καὶ ταῖς περὶ τὸν πόλεμον ἐμπειρίαις. περὶ ὧν οὐδεὶς ἂν τολμήσειεν ἀντειπεῖν, ὡς οὐ τὴν μὲν ἐμπειρίαν μᾶλλον τῶν ἄλλων ἔχομεν, πολιτείαν δ᾽ οἵαν εἶναι χρή, παρὰ μόνοις ἡμῖν ἐστιν. ὧν ὑπαρχόντων οὐκ ἔστιν ὅπως οὐκ ἄμεινον πράξομεν τῶν μηδετέρου τούτων πολλὴν ἐπιμέλειαν πεποιημένων.