Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[69]
ὧν οἱ μὲν ἤδη μεστοὶ τυγχάνουσιν ὄντες, οἱ δὲ διὰ ταχέων ἐμπλησθήσονται, καὶ ζητήσουσί τινα τῶν παρόντων πραγμάτων εὑρεῖν ἀπαλλαγήν. μὴ γὰρ οἴεσθ᾽ αὐτοὺς μενεῖν ἐπὶ τούτοις: οἵτινες γὰρ εὖ πράττοντες ἀπεῖπον, πῶς ἂν οὗτοι κακοπαθοῦντες πολὺν χρόνον καρτερήσειαν; ὥστ᾽ οὐ μόνον ἢν μαχόμενοι νικήσωμεν, ἀλλ᾽ ἐὰν ἡσυχίαν ἔχοντες περιμείνωμεν, ὄψεσθ᾽ αὐτοὺς μεταβαλλομένους μένους καὶ τὴν ἡμετέραν συμμαχίαν σωτηρίαν αὑτῶν εἶναι νομίζοντας. τὰς μὲν οὖν ἐλπίδας ἔχω τοιαύτας.