Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[72]
οἶμαι μὲν οὖν οὐδὲν συμβήσεσθαι δεινότερον τῶν νῦν παρόντων, ἀλλὰ τοὺς ἐχθροὺς τοιαῦτα βουλεύσεσθαι καὶ πράξειν, ἐξ ὧν ἐπανορθώσουσιν ἡμᾶς: ἂν δ᾽ ἄρα ψευσθῶμεν τῶν ἐλπίδων καὶ πανταχόθεν ἐξειργώμεθα καὶ μηδὲ τὴν πόλιν ἔτι δυνώμεθα διαφυλάττειν, χαλεπὰ μέν ἐστιν ἃ μέλλω λέγειν, ὅμως δ᾽ οὐκ ὀκνήσω παρρησιάσασθαι περὶ αὐτῶν. καὶ γὰρ ἐξαγγελθῆναι τοῖς Ἕλλησι καλλίω ταῦτ᾽ ἐστί, καὶ μᾶλλον ἁρμόττοντα τοῖς ἡμετέροις φρονήμασιν, ὧν ἔνιοί τινες ἡμῖν συμβουλεύουσιν.