Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[79]
ὃ δὲ πάντων ἄλγιστον ἐκείνοις, ὅταν τοὺς μὲν ἡμετέρους οἰκείους ἐν πολλαῖς εὐπορίαις πυνθάνωνται γεγενημένους, τοὺς δ᾽ αὑτῶν ὁρῶσιν καθ᾽ ἑκάστην τὴν ἡμέραν τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας, καὶ μηδ᾽ ἐπικουρῆσαι δύνωνται τοῖς κακοῖς τούτοις, ἀλλ᾽ ἐργαζόμενοι μὲν τὴν χώραν τὰ σπέρματα προσαπολλύωσιν, ἀργὸν δὲ περιορῶντες μηδένα χρόνον ἀνταρκεῖν οἷοί τ᾽ ὦσιν.