previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ταλθύβιος

Φρυγῶν ἀρίστου πρίν ποθ᾽ Ἕκτορος δάμαρ,
710μή με στυγήσῃς: οὐχ ἑκὼν γὰρ ἀγγελῶ.
Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τ᾽ ἀγγέλματα ...

Ἀνδρομάχη

τί δ᾽ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν.

Ταλθύβιος

ἔδοξε τόνδε παῖδα ... πῶς εἴπω λόγον;

Ἀνδρομάχη

μῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν;

Ταλθύβιος

715οὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ.

Ἀνδρομάχη

ἀλλ᾽ ἐνθάδ᾽ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν;

Ταλθύβιος

οὐκ οἶδ᾽ ὅπως σοι ῥᾳδίως εἴπω κακά.

Ἀνδρομάχη

ἐπῄνεσ᾽ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά.

Ταλθύβιος

κτενοῦσι σὸν παῖδ᾽, ὡς πύθῃ κακὸν μέγα.

Ἀνδρομάχη

720οἴμοι, γάμων τόδ᾽ ὡς κλύω μεῖζον κακόν.

Ταλθύβιος

νικᾷ δ᾽ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων ...

Ἀνδρομάχη

αἰαῖ μάλ᾽: οὐ γὰρ μέτρια πάσχομεν κακά.

Ταλθύβιος

λέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς ...

Ἀνδρομάχη

τοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι.

Ταλθύβιος

725ῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο.
ἀλλ᾽ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ:
μήτ᾽ ἀντέχου τοῦδ᾽, εὐγενῶς δ᾽ ἄλγει κακοῖς,
μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει.
ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή:
730πόλις τ᾽ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ,
ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίαν
οἷοί τε. τούτων οὕνεκ᾽ οὐ μάχης ἐρᾶν
οὐδ᾽ αἰσχρὸν οὐδὲν οὐδ᾽ ἐπίφθονόν σε δρᾶν,
οὐδ᾽ αὖ σ᾽ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς.
735εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός,
οὔτ᾽ ἂν ταφείη παῖς ὅδ᾽ οὔτ᾽ οἴκτου τύχοι.
σιγῶσα δ᾽ εὖ τε τὰς τύχας κεκτημένη
τὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποις
αὐτή τ᾽ Ἀχαιῶν πρευμενεστέρων τύχοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: