previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μενέλαος

860 καλλιφεγγὲς ἡλίου σέλας τόδε,
ἐν δάμαρτα τὴν ἐμὴν χειρώσομαι
Ἑλένην: γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼ
Μενέλαός εἰμι καὶ στράτευμ᾽ Ἀχαιϊκόν. †
ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί με
865γυναικὸς οὕνεκ᾽, ἀλλ᾽ ἐπ᾽ ἄνδρ᾽ ὃς ἐξ ἐμῶν
δόμων δάμαρτα ξεναπάτης ἐλῄσατο.
κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκην
αὐτός τε καὶ γῆ δορὶ πεσοῦσ᾽ Ἑλληνικῷ.
ἥκω δὲ τὴν τάλαινανοὐ γὰρ ἡδέως
870ὄνομα δάμαρτος ποτ᾽ ἦν ἐμὴ λέγω
ἄξων: δόμοις γὰρ τοῖσδ᾽ ἐν αἰχμαλωτικοῖς
κατηρίθμηται Τρῳάδων ἄλλων μέτα.
οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί,
κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼν
875θέλοιμ᾽ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα.
ἐμοὶ δ᾽ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρον
Ἑλένης ἐᾶσαι, ναυπόρῳ δ᾽ ἄγειν πλάτῃ
Ἑλληνίδ᾽ ἐς γῆν κᾆτ᾽ ἐκεῖ δοῦναι κτανεῖν,
ποινὰς ὅσοις τεθνᾶσ᾽ ἐν Ἰλίῳ φίλοι.
880ἀλλ᾽ εἶα χωρεῖτ᾽ ἐς δόμους, ὀπάονες,
κομίζετ᾽ αὐτὴν τῆς μιαιφονωτάτης
κόμης ἐπισπάσαντες: οὔριοι δ᾽ ὅταν
πνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα.

Ἑκάβη

γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν,
885ὅστις ποτ᾽ εἶ σύ, δυστόπαστος εἰδέναι,
Ζεύς, εἴτ᾽ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν,
προσηυξάμην σε: πάντα γὰρ δι᾽ ἀψόφου
βαίνων κελεύθου κατὰ δίκην τὰ θνήτ᾽ ἄγεις.

Μενέλαος

τί δ᾽ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν.

Ἑκάβη

890αἰνῶ σε, Μενέλα᾽, εἰ κτενεῖς δάμαρτα σήν.
ὁρᾶν δὲ τήνδε φεῦγε, μή σ᾽ ἕλῃ πόθῳ.
αἱρεῖ γὰρ ἀνδρῶν ὄμματ᾽, ἐξαιρεῖ πόλεις,
πίμπρησιν οἴκους: ὧδ᾽ ἔχει κηλήματα.
ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1891)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: