previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ τοῦτο μὲν ἐῶμεν: αὐτὸ δὲ τὸ πρᾶγμα πῶς οὐ πονηρόν, λάθε βιώσας; ὡς τυμβωρυχήσας; ἀλλ᾽ αἰσχρόν ἐστι τὸ ζῆν, ἵν᾽ ἀγνοῶμεν πάντες; ἐγὼ δ᾽ ἂν εἴποιμι, μηδὲ κακῶς βιώσας λάθε, ἀλλὰ γνώσθητι σωφρονίσθητι μετανόησον εἴτ᾽ ἀρετὴν ἔχεις, μὴ γένῃ ἄχρηστος εἴτε κακίαν, μὴ μείνῃς ἀθεράπευτος. μᾶλλον δὲ διελοῦ καὶ διόρισον, τίνι τοῦτο προστάττεις: εἰ μὲν ἀμαθεῖ καὶ πονηρῷ καὶ ἀγνώμονι, οὐδὲν διαφέρεις τοῦ λέγοντος, λάθε καὶ πυρέττων, λάθε φρενιτίζων, μὴ γνῷ σε ἰατρός: ἴθι ῥίψας ποι κατὰ σκότου σεαυτόν, ἀγνοούμενος ὁμοῦ τοῖς πάθεσι: καὶ σὺ ἴθι τῇ κακίᾳ νόσον ἀνήκεστον νοσῶν καὶ ὀλέθριον, ἀποκρύπτων τοὺς φθόνους, τὰς δεισιδαιμονίας, ὥσπερ τινὰς σφυγμούς, δεδιὼς παρασχεῖν τοῖς νουθετεῖν καὶ ἰᾶσθαι δυναμένοις. οἱ δὲ σφόδρα παλαιοὶ καὶ τοὺς νοσοῦντας φανερῶς προῆγον: τούτων δ᾽ ἕκαστος εἴ τι πρόσφορον ἔχοι, παθὼν αὐτὸς παθόντα θεραπεύσας, ἔφραζε τῷ δεομένῳ: καὶ τέχνην οὕτω φασὶν ἐκ πείρας συνερανιζομένην μεγάλην γενέσθαι. ἔδει δὴ [p. 481] καὶ τοὺς νοσώδεις βίους καὶ τὰ τῆς ψυχῆς πᾶσιν ἀπογυμνοῦν καὶ ἅπτεσθαι καὶ λέγειν ἑκάστων ἐπισκοποῦντα τὰς διαθέσειςὀργίζῃ; τοῦτο φύλαξαι: ζηλοτυπεῖς; ἐκεῖνο ποίησον: ἐρᾷς; κἀγώ ποτ᾽ ἠράσθην ἀλλὰ μετενόησανῦν δ᾽ ἀρνούμενοι, ἀποκρυπτόμενοι, περιστέλλοντες, ἐμβαθύνουσι τὴν κακίαν ἑαυτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: