previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δ᾽ ἐκ τοῦ βίου καθάπερ ἐκ συμποσίου [p. 482] φῶς ἀναιρεῖς τὴν γνῶσιν, ὡς πάντα ποιεῖν ἐξ ἡδονῆς πρὸς ἡδονὴν λανθάνουσαν, λάθε βιώσας. πάνυ μὲν οὖν, ἂν μεθ᾽ Ἡδείας βιοῦν μέλλω τῆς ἑταίρας καὶ Λεοντίῳ συγκαταζῆν καὶτῷ καλῷ προσπτύεινκαὶ τἀγαθόνἐν σαρκὶ καὶ γαργαλισμοῖςτίθεσθαι: ταῦτα δεῖται σκότους τὰ τέλη, ταῦτα νυκτός, ἐπὶ ταῦτα τὴν λήθην καὶ τὴν ἄγνοιαν. ἐὰν δέ τις ἐν μὲν φυσικοῖς θεὸν ὑμνῇ καὶ δίκην καὶ πρόνοιαν, ἐν δ᾽ ἠθικοῖς; νόμον καὶ κοινωνίαν καὶ πολιτείαν, ἐν δὲ πολιτείᾳ τὸ καλὸν ἀλλὰ μὴ τὴν χρείαν, διὰ τί λάθῃ βιώσας; ἵνα μηδένα παιδεύσῃ μηδενὶ ζηλωτὸς ἀρετῆς μηδὲ παράδειγμα καλὸν γένηται; εἰ Θεμιστοκλῆς Ἀθηναίους ἐλάνθανεν, οὐκ ἂν Ἑλλὰς ἀπεώσατο Ξέρξην: εἰ Ῥωμαίους Κάμιλλος, οὐκ ἂν Ῥώμη πόλις ἔμεινεν: εἰ Δίωνα Πλάτων, οὐκ ἂν ἠλευθερώθη Σικελία. ὧσπερ δέ, οἶμαι, τὸ φῶς οὐ μόνον φανεροὺς ἀλλὰ καὶ χρησίμους καθίστησιν ἡμᾶς ἀλλήλοις, οὕτως γνῶσις οὐ μόνον δόξαν ἀλλὰ καὶ πρᾶξιν ταῖς ἀρεταῖς δίδωσιν. Ἐπαμεινώνδας γοῦν εἰς τεσσαρακοστὸν ἔτος ἀγνοηθείς οὐδὲν ὤνησε Θηβαίους ὕστερον δὲ πιστευθεὶς καὶ ἄρξας τὴν μὲν πόλιν ἀπολλυμένην ἔσωσε, τὴν δ᾽ Ἑλλάδα δουλεύουσαν ἠλευθέρωσε, καθάπερ ἐν φωτὶ τῇ δόξῃ τὴν ἀρετὴν ἐνεργὸν ἐπὶ καιροῦ παρασχόμενος [p. 483]
λάμπει γὰρ ἐν χρείαισιν ὥσπερ εὐγενὴς
χαλκός: χρόνῳ δ᾽ ἀργῆσαν ἤμυσεν
οὐ μόνονστέγοςὥς φησι Σοφοκλῆς, ἀλλὰ καὶ ἦθος ἀνδρός, οἷον εὐρῶτα καὶ γῆρας ἐν ἀπραξίᾳ δι᾽ ἀγνοίας ἐφελκόμενον. ἡσυχία δὲ κωφὴ καὶ βίος ἑδραῖος ἐπὶ σχολῆς ἀποκείμενος οὐ μόνον σῶμα ἀλλὰ καὶ ψυχὴν μαραίνει: καὶ καθάπερ τὰ λανθάνοντα τῶν ὑδάτων τῷ περισκιάζεσθαι καὶ καθῆσθαι μὴ ἀπορρέοντα σήπεται, οὕτω τῶν ἀκινήτων βίων, ὡς ἔοικεν, ἄν τι χρήσιμον ἔχωσι, φθείρονται καὶ ἀπογηράσκουσιν αἱ σύμφυτοι δυνάμεις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: