Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὕτω γὰρ βεβίωκα τὸν παρελθόντα χρόνον, ὥστε μηδένα μοι πώποτε μήτ᾽ ἐν ὀλιγαρχία μήτ᾽ ἐν δημοκρατία μήθ᾽ ὕβριν μήτ᾽ ἀδικίαν ἐγκαλέσαι, μηδ᾽ εἶναι μήτε διαιτητὴν μήτε δικαστὴν ὅστις περὶ τῶν ἐμοὶ πεπραγμένων φανήσεται κριτὴς γεγενημένος: ἠπιστάμην γὰρ αὐτὸς μὲν εἰς τοὺς ἄλλους μηδὲν ἐξαμαρτάνειν, ἀδικούμενος δὲ μὴ μετὰ δικαστηρίου ποιεῖσθαι τὰς τιμωρίας, ἀλλ᾽ ἐν τοῖς φίλοις τοῖς ἐκείνων διαλύεσθαι περὶ τῶν ἀμφισβητουμένων. ὧν οὐδέν μοι πλέον γέγονεν,