Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[36]
τοῦ μὲν γὰρ γενέσθαι προέχοντα τῶν ἄλλων ἢ περὶ τοὺς λόγους ἢ περὶ τὰς πράξεις εἰκότως ἄν τις τὴν τύχην αἰτιάσαιτο, τοῦ δὲ καλῶς καὶ μετρίως κεχρῆσθαι τῇ φύσει δικαίως ἂν ἅπαντες τὸν τρόπον τὸν ἐμὸν ἐπαινέσειαν.οὐ μὴν οὐδ᾽ εἰ ταῦτ᾽ ἔχων περὶ ἐμαυτοῦ λέγειν, οὐδ᾽ οὕτω φανήσομαι περὶ τοὺς λόγους τοὺς τοιούτους γεγενημένος.