previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα εἴπαντος Πρηξάσπεος, ἤρεσε γὰρ Καμβύσῃ, αὐτίκα μεταδίωκτος γενόμενος κῆρυξ ἧκε: ἀπιγμένον δέ μιν εἴρετο Πρηξάσπης τάδε. ‘ὤνθρωπε, φὴς γὰρ ἥκειν παρὰ Σμέρδιος τοῦ Κύρου ἄγγελος: νῦν ὦν εἴπας τὴν ἀληθείην ἄπιθι χαίρων, κότερα αὐτός τοι Σμέρδις φαινόμενος ἐς ὄψιν ἐνετέλλετο ταῦτα τῶν τις ἐκείνου ὑπηρετέων.’ [2] ὅδὲ εἶπεἐγὼ Σμέρδιν μὲν τὸν Κύρου, ἐξ ὅτευ βασιλεὺς Καμβύσης ἤλασε ἐς Αἴγυπτον, οὔκω ὄπωπα: δέ μοι Μάγος τὸν Καμβύσης ἐπίτροπον τῶν οἰκίων ἀπέδεξε, οὗτος ταῦτα ἐνετείλατο, φὰς Σμέρδιν τὸν Κύρου εἶναι τὸν ταῦτα ἐπιθέμενον εἶπαι πρὸς ὑμέας.’ [3] μὲν δή σφι ἔλεγε οὐδὲν ἐπικατεψευσμένος, Καμβύσης δὲ εἶπεΠρήξασπες, σὺ μὲν οἷα ἀνὴρ ἀγαθὸς ποιήσας τὸ κελευόμενον αἰτίην ἐκπέφευγας: ἐμοὶ δὲ τίς ἂν εἴη Περσέων ἐπανεστεὼς ἐπιβατεύων τοῦ Σμέρδιος οὐνόματος;’ δὲ εἶπε [4]ἐγώ μοι δοκέω συνιέναι τὸ γεγονὸς τοῦτο, βασιλεῦ: οἱ Μάγοι εἰσί τοι οἱ ἐπανεστεῶτες, τόν τε ἔλιπες μελεδωνὸν τῶν οἰκίων, Πατιζείθης, καὶ τούτου ἀδελφεὸς Σμέρδις.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A. D. Godley, 1920)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: