previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ταῦτα ὡς ἀπενειχθέντα ἐπύθοντο οἱ Σκύθαι, ἐβουλεύοντο ἰθυμαχίην μὲν μηδεμίαν ποιέεσθαι ἐκ τοῦ ἐμφανέος, ὅτε δὴ σφι οὗτοι γε σύμμαχοι οὐ προσεγίνοντο, ὑπεξιόντες δὲ καὶ ὑπεξελαύνοντες τὰ φρέατα τὰ παρεξίοιεν αὐτοὶ καὶ τὰς κρήνας συγχοῦν, τὴν ποίην τε ἐκ τῆς γῆς ἐκτρίβειν, διχοῦ σφέας διελόντες. [2] καὶ πρὸς μὲν τὴν μίαν τῶν μοιρέων, τῆς ἐβασίλευε Σκώπασις, προσχωρέειν Σαυρομάτας: τούτους μὲν δὴ ὑπάγειν, ἢν ἐπὶ τοῦτο τράπηται Πέρσης ἰθὺ Τανάιδος ποταμοῦ παρὰ τὴν Μαιῆτιν λίμνην ὑποφεύγοντας, ἀπελαύνοντος τε τοῦ Πέρσεω ἐπιόντας διώκειν. αὕτη μέν σφι μία ἦν μοῖρα τῆς βασιληίης, τεταγμένη ταύτην τὴν ὁδὸν περ εἴρηται: [3] τὰς δὲ δύο τῶν βασιληίων, τήν τε μεγάλην τῆς ἦρχε Ἰδάνθυρσος καὶ τὴν τρίτην τῆς ἐβασίλευε Τάξακις, συνελθούσας ἐς τὠυτὸ καὶ Γελωνῶν τε καὶ Βουδίνων προσγενομένων, ἡμέρης καὶ τούτους ὁδῶ προέχοντας τῶν Περσέων ὑπεξάγειν, ὑπιόντας τε καὶ ποιεῦντας τὰ βεβουλευμένα: [4] πρῶτα μέν νυν ὑπάγειν σφέας ἰθὺ τῶν χωρέων τῶν ἀπειπαμένων τὴν σφετέρην συμμαχίην, ἵνα καὶ τούτους ἐκπολεμώσωσι: εἰ γὰρ μὴ ἑκόντες γε ὑπέδυσαν τὸν πόλεμον τὸν πρὸς Πέρσας, ἀλλ᾽ ἀέκοντας ἐκπολεμώσειν: μετὰ δὲ τοῦτο ὑποστρέφειν ἐς τὴν σφετέρην καὶ ἐπιχειρέειν, ἢν δὴ βουλευομένοισι δοκέῃ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (28 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: