previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὁρμηθεὶς ὦν ἀποτίνυσθαι Κλεομένης συντίθεται Λευτυχίδῃ τῷ Μενάρεος τοῦ Ἄγιος, ἐόντι οἰκίης τῆς αὐτῆς Δημαρήτῳ, ἐπ᾽ τε, ἢν αὐτὸν καταστήσῃ βασιλέα ἀντὶ Δημαρήτου, ἕψεταί οἱ ἐπ᾽ Αἰγινήτας. [2] δὲ Λευτυχίδης ἦν ἐχθρὸς τῷ Δημαρήτῳ μάλιστα γεγονὼς διὰ πρῆγμα τοιόνδε: ἁρμοσαμένου Λευτυχίδεω Πέρκαλον τὴν Χίλωνος τοῦ Δημαρμένου θυγατέρα, Δημάρητος ἐπιβουλεύσας ἀποστερέει Λευτυχίδεα τοῦ γάμου, φθάσας αὐτὸς τὴν Πέρκαλον ἁρπάσας καὶ σχὼν γυναῖκα. [3] κατὰ τοῦτο μὲν τῷ Λευτυχίδῃ ἔχθρη ἐς τὸν Δημάρητον ἐγεγόνεε, τότε δὲ ἐκ τῆς Κλεομένεος προθυμίης Λευτυχίδης κατόμνυται Δημαρήτῳ, φὰς αὐτὸν οὐκ ἱκνεομένως βασιλεύειν Σπαρτιητέων οὐκ ἐόντα παῖδα Ἀρίστωνος: μετὰ δὲ τὴν κατωμοσίην ἐδίωκε, ἀνασώζων ἐκεῖνο τὸ ἔπος τὸ εἶπε Ἀρίστων τότε ὅτε οἱ ἐξήγγειλε οἰκέτης παῖδα γεγονέναι, δὲ συμβαλόμενος τοὺς μῆνας ἀπώμοσε φὰς οὐκ ἑωυτοῦ μιν εἶναι. [4] τούτου δὴ ἐπιβατεύων τοῦ ῥήματος Λευτυχίδης ἀπέφαινε τὸν Δημάρητον οὔτε ἐξ Ἀρίστωνος γεγονότα οὔτε ἱκνευμένως βασιλεύοντα Σπάρτης, τοὺς ἐφόρους μάρτυρας παρεχόμενος κείνους οἳ τότε ἐτύγχανον πάρεδροί τε ἐόντες καὶ ἀκούσαντες ταῦτα Ἀρίστωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (W. W. How, J. Wells)
load focus English (A. D. Godley, 1920)
hide References (15 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: