previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄγγελος Α

καὶ νὴ Δί᾽ αἱ νῆτταί γε περιεζωσμέναι
ἐπλινθοφόρουν: ἄνω δὲ τὸν ὑπαγωγέα
1150ἐπέτοντ᾽ ἔχουσαι κατόπινὥσπερ παιδία
τὸν πηλὸν ἐν τοῖς στόμασιναἱ χελιδόνες.

Πισθέταιρος

τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
φέρ᾽ ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
ἀπηργάσαντ᾽;

Ἄγγελος Α
ὄρνιθες ἦσαν τέκτονες
1155σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
ἀπεπελέκησαν τὰς πύλας: ἦν δ᾽ κτύπος
αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
καὶ νῦν ἅπαντ᾽ ἐκεῖνα πεπύλωται πύλαις
καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
1160ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
ἐν τοῖσι πύργοις. ἀλλ᾽ ἐγὼ μὲν ἀποτρέχων
ἀπονίψομαι: σὺ δ᾽ αὐτὸς ἤδη τἄλλα δρᾶ.

Χορός

οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
1165οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;

Πισθέταιρος

νὴ τοὺς θεοὺς ἔγωγε: καὶ γὰρ ἄξιον:
ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
ἀλλ᾽ ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.

Ἄγγελος Β

1170ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.

Πισθέταιρος

τί τὸ πρᾶγμα τουτί;

Ἄγγελος Β.
δεινότατα πεπόνθαμεν.
τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
διὰ τῶν πυλῶν εἰσέπτετ᾽ ἐς τὸν ἀέρα,
λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.

Πισθέταιρος

1175 δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
τίς τῶν θεῶν;

Ἄγγελος Β.
οὐκ ἴσμεν: ὅτι δ᾽ εἶχε πτερά,
τοῦτ᾽ ἴσμεν.

Πισθέταιρος
οὔκουν δῆτα περιπόλους ἐχρῆν
πέμψαι κατ᾽ αὐτὸν εὐθύς;

Ἄγγελος Β.
ἀλλ᾽ ἐπέμψαμεν
τρισμυρίους ἱέρακας ἱπποτοξότας,
1180χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός:
ῥύμῃ τε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου:
κἄστ᾽ οὐ μακρὰν ἄπωθεν, ἀλλ᾽ ἐνταῦθά που
1185ἤδη 'στίν.

Πισθέταιρος
οὔκουν σφενδόνας δεῖ λαμβάνειν
καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης:
τόξευε παῖε, σφενδόνην τίς μοι δότω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: