previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Προμηθεύς

οἴμοι τάλας, Ζεὺς ὅπως μή μ᾽ ὄψεται.
1495ποῦ Πισθέταιρός ἐστ᾽;

Πισθέταιρος
ἔα τουτὶ τί ἦν;
τίς συγκαλυμμός;

Προμηθεύς
τῶν θεῶν ὁρᾷς τινα
ἐμοῦ κατόπιν ἐνταῦθα;

Πισθέταιρος
μὰ Δί᾽ ἐγὼ μὲν οὔ.
τίς δ᾽ εἶ σύ;

Προμηθεύς
πηνίκ᾽ ἐστὶν ἄρα τῆς ἡμέρας;

Πισθέταιρος

ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
1500ἀλλὰ σὺ τίς εἶ;

Προμηθεύς
βουλυτὸς περαιτέρω;

Πισθέταιρος

οἴμ᾽ ὡς βδελύττομαί σε.

Προμηθεύς
τί γὰρ Ζεὺς ποιεῖ;
ἀπαιθριάζει τὰς νεφέλας ξυννέφει;

Πισθέταιρος

οἴμωζε μεγάλ᾽.

Προμηθεύς
οὕτω μὲν ἐκκεκαλύψομαι.

Πισθέταιρος

φίλε Προμηθεῦ.

Προμηθεύς
παῦε παῦε, μὴ βόα.

Πισθέταιρος

1505τί γὰρ ἔστι;

Προμηθεύς
σίγα, μὴ κάλει μου τοὔνομα:
ἀπὸ γάρ μ᾽ ὀλεῖς, εἴ μ᾽ ἐνθάδ᾽ Ζεὺς ὄψεται.
ἀλλ᾽ ἵνα φράσω σοι πάντα τἄνω πράγματα,
τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
ἄνωθεν, ὡς ἂν μή μ᾽ ὁρῶσιν οἱ θεοί.

Πισθέταιρος

1510ἰοὺ ἰού:
εὖ γ᾽ ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
ὑπόδυθι ταχὺ δὴ κᾆτα θαρρήσας λέγε.

Προμηθεύς

ἄκουε δή νυν.

Πισθέταιρος
ὡς ἀκούοντος λέγε.

Προμηθεύς

ἀπόλωλεν Ζεύς.

Πισθέταιρος
πηνίκ᾽ ἄττ᾽ ἀπώλετο;

Προμηθεύς

1515ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
θεοῖσιν, οὐδὲ κνῖσα μηρίων ἄπο
ἀνῆλθεν ὡς ἡμᾶς ἀπ᾽ ἐκείνου τοῦ χρόνου,
ἀλλ᾽ ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
1520ἄνευ θυηλῶν: οἱ δὲ βάρβαροι θεοὶ
πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
ἐπιστρατεύσειν φάσ᾽ ἄνωθεν τῷ Διί,
εἰ μὴ παρέξει τἀμπόρι᾽ ἀνεῳγμένα,
ἵν᾽ εἰσάγοιτο σπλάγχνα κατατετμημένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: