[16]
ὡς δ᾽ ἂν καὶ οἱ πόδες εἶεν τῷ ἵππῳ κράτιστοι, εἰ μέν τις ἄλλην ἔχει ῥᾴω καὶ εὐτελεστέραν ἄσκησιν, ἐκείνη ἔστω: εἰ δὲ μή, ἐγώ φημι χρῆναι πεῖραν ἔχων χύδην καταβαλόντα λίθους τῶν ἐκ τῆς ὁδοῦ ὅσον μνααίους καὶ πλέον καὶ μεῖον ἐν τούτοις τὸν ἵππον καὶ ψήχειν καὶ ἐνιστάναι ὅταν ἀπὸ τῆς φάτνης ἀποβῇ: βαδίζων γὰρ ἐν τοῖς λίθοις οὔποτε ὁ ἵππος παύσεται οὔθ᾽ ὅταν ψήχηται οὔθ᾽ ὅταν μυωπίζηται. ὁ δὲ πειραθεὶς τά τε ἄλλα ἃ λέγω πιστεύσει καὶ στρογγύλους τοὺς πόδας τοῦ ἵππου ὄψεται.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.