Nemean 6
ΑΛΚΙΜΙΔΗι ΑΙΓΙΝΗΤΗι
ΠΑΙΔΙ ΠΑΛΑΙΣΤΗι
ἓν ἀνδρῶν, ἓν θεῶν γένος: ἐκ μιᾶς δὲ πνέομεν
ματρὸς ἀμφότεροι: διείργει δὲ πᾶσα κεκριμένα
δύναμις, ὡς τὸ μὲν οὐδέν, ὁ δὲ χάλκεος ἀσφαλὲς αἰὲν ἕδος
μένει οὐρανός. ἀλλά τι προσφέρομεν ἔμπαν ἢ μέγαν
5νόον ἤτοι φύσιν ἀθανάτοις,
[10] καίπερ ἐφαμερίαν οὐκ εἰδότες οὐδὲ μετὰ νύκτας ἄμμε πότμος
οἵαν τιν᾽ ἔγραψε δραμεῖν ποτὶ στάθμαν.
τεκμαίρει καί νυν Ἀλκιμίδας τὸ συγγενὲς ἰδεῖν
ἄγχι καρποφόροις ἀρούραισιν, αἵτ᾽ ἀμειβόμεναι
10τόκα μὲν ὦν βίον ἀνδράσιν ἐπηετανὸν πεδίων ἔδοσαν,
[20] τόκα δ᾽ αὖτ᾽ ἀναπαυσάμεναι σθένος ἔμαρψαν. ἦλθέ τοι
Νεμέας ἐξ ἐρατῶν ἀέθλων
παῖς ἐναγώνιος, ὃς ταύταν μεθέπων Διόθεν αἶσαν νῦν πέφανται
οὐκ ἄμμορος ἀμφὶ πάλᾳ κυναγέτας,
15ἴχνεσιν ἐν Πραξιδάμαντος ἑὸν πόδα νέμων
πατροπάτορος ὁμαιμίου.
[30] κεῖνος γὰρ Ὀλυμπιόνικος ἐὼν Αἰακίδαις
ἔρνεα πρῶτος ἔνεικεν ἀπ᾽ Ἀλφεοῦ,
καὶ πεντάκις Ἰσθμοῖ στεφανωσάμενος,
20νεμέᾳ δὲ τρίς,
ἔπαυσε λάθαν
Σωκλείδα, ὃς ὑπέρτατος
Ἁγησιμάχῳ υἱέων γένετο.
ἐπεί οἱ τρεῖς ἀεθλοφόροι πρὸς ἄκρον ἀρετᾶς
25 [40] ἦλθον, οἵτε πόνων ἐγεύσαντο. σὺν θεοῦ δὲ τύχᾳ
ἕτερον οὔ τινα οἶκον ἀπεφάνατο πυγμαχία πλεόνων
ταμίαν στεφάνων μυχῷ Ἑλλάδος ἁπάσας. ἔλπομαι
μέγα εἰπὼν σκοποῦ ἄντα τυχεῖν
ὥτ᾽ ἀπὸ τόξου ἱείς: εὔθυν᾽ ἐπὶ τοῦτον, ἄγε, Μοῖσα, οὖρον ἐπέων
30 [50] εὐκλέα. παροιχομένων γὰρ ἀνέρων
ἀοιδαὶ καὶ λόγοι τὰ καλά σφιν ἔργ᾽ ἐκόμισαν,
Βασσίδαισιν ἅ τ᾽ οὐ σπανίζει: παλαίφατος γενεά,
ἴδια ναυστολέοντες ἐπικώμια, Πιερίδων ἀρόταις
δυνατοὶ παρέχειν πολὺν ὕμνον ἀγερώχων ἑργμάτων
35ἕνεκεν. καὶ γὰρ ἐν ἀγαθέᾳ
[60] χεῖρας ἱμάντι δεθεὶς Πυθῶνι κράτησεν ἀπὸ ταύτας αἷμα πάτρας
χρυσαλακάτου ποτὲ Καλλίας ἁδὼν
ἔρνεσι Λατοῦς, παρὰ Κασταλίᾳ τε Χαρίτων
ἑσπέριος ὁμάδῳ φλέγεν:
40πόντου τε γέφυρ᾽ ἀκάμαντος ἐν ἀμφικτιόνων
ταυροφόνῳ τριετηρίδι Κρεοντίδαν
[70] τίμασε Ποσειδάνιον ἂν τέμενος:
βοτάνα τέ νιν
πόθ᾽ ἁ λέοντος
45νικάσαντ᾽ ἤρεφε δασκίοις
Φλιοῦντος ὑπ᾽ ὠγυγίοις ὄρεσιν.
πλατεῖαι πάντοθεν λογίοισιν ἐντὶ πρόσοδοι
νᾶσον εὐκλέα τάνδε κοσμεῖν: ἐπεί σφιν Αἰακίδαι
[80] ἔπορον ἔξοχον αἶσαν ἀρετὰς ἀποδεικνύμενοι μεγάλας:
50πέταται δ᾽ ἐπί τε χθόνα καὶ διὰ θαλάσσας τηλόθεν
ὄνυμ᾽ αὐτῶν: καὶ ἐς Αἰθίοπας
Μέμνονος οὐκ ἀπονοστήσαντος ἐπᾶλτο: βαρὺ δέ σφιν νεῖκος Ἀχιλεὺς
ἔμπεσε χαμαὶ καταβὰς ἀφ᾽ ἁρμάτων,
φαεννᾶς υἱὸν εὖτ᾽ ἐνάριξεν Ἀόος ἀκμᾷ
55 [90] ἔγχεος ζακότοιο. καὶ ταύταν μὲν παλαιότεροι
ὁδὸν ἀμαξιτὸν εὗρον: ἕπομαι δὲ καὶ αὐτὸς ἔχων μελέταν:
τὸ δὲ πὰρ ποδὶ ναὸς ἑλισσόμενον αἰεὶ κυμάτων
λέγεται παντὶ μάλιστα δονεῖν
θυμόν. ἑκόντι δ᾽ ἐγὼ νώτῳ μεθέπων δίδυμον ἄχθος ἄγγελος ἔβαν,
60 [100] πέμπτον ἐπὶ εἴκοσι τοῦτο γαρύων
εὖχος ἀγώνων ἄπο, τοὺς ἐνέποισιν ἱερούς,
Ἀλκιμίδα, τέ γ᾽ ἐπαρκέσαι
κλειτᾷ γενεᾷ: δύο μὲν Κρονίου πὰρ τεμένει,
παῖ, σέ τ᾽ ἐνόσφισε καὶ Πουλυτιμίδαν
65κλᾶρος προπετὴς ἄνθε᾽ Ὀλυμπιάδος.
δελφῖνί κεν
τάχος δι᾽ ἅλμας
[110] ἴσον εἴποιμι Μελησίαν,
χειρῶν τε καὶ ἰσχύος ἁνίοχον.