[231β]
Ἑταῖρος
ἔμοιγε δοκῶ τοῦτο καλεῖν κέρδος.Σωκράτης
ἆρα καὶ τὰ τοιάδε λέγεις, ἐάν τις ἑστιαθείς, μηδὲν ἀναλώσας ἀλλ᾽ εὐωχηθείς, νόσον κτήσηται;Ἑταῖρος
μὰ Δί᾽ οὐκ ἔγωγε.Σωκράτης
Ὑγίειαν δὲ κτησάμενος ἀπὸ ἑστιάσεως κέρδος ἂν κτήσαιτο ἢ ζημίαν;Ἑταῖρος
κέρδος.Σωκράτης
οὐκ ἄρα τοῦτό γέ ἐστι κέρδος, τὸ ὁτιοῦν κτῆμα κτήσασθαι.Ἑταῖρος
οὐ μέντοι.Σωκράτης
πότερον οὔκ, ἐὰν κακόν; ἢ οὐδ᾽ ἂν ἀγαθὸν ὁτιοῦν κτήσηται, οὐ κέρδος κτήσεται;Ἑταῖρος
φαίνεται, ἐάν γε ἀγαθόν.