[232ξ]
Σωκράτης
ἀλλὰ μὲν δὴ τούς γε πονηροὺς αὐτὸς εἶπες ὅτι καὶ σμικρὰ καὶ μεγάλα κέρδη φιλοῦσιν.Ἑταῖρος
εἶπον.Σωκράτης
οὐκοῦν κατὰ τὸν σὸν λόγον πάντες ἄνθρωποι φιλοκερδεῖς ἂν εἶεν, καὶ οἱ χρηστοὶ καὶ οἱ πονηροί.Ἑταῖρος
φαίνεται.Σωκράτης
οὐκ ἄρα ὀρθῶς ὀνειδίζει, εἴ τίς τῳ ὀνειδίζει φιλοκερδεῖ εἶναι: τυγχάνει γὰρ καὶ ὁ ταῦτα ὀνειδίζων αὐτὸς τοιοῦτος ὤν.