[231ξ]
Σωκράτης
ἐὰν δὲ κακόν, οὐ ζημίαν κτήσεται;Ἑταῖρος
ἔμοιγε δοκεῖ.Σωκράτης
ὁρᾷς οὖν ὡς πάλιν αὖ περιτρέχεις εἰς τὸ αὐτό; τὸ μὲν κέρδος ἀγαθὸν φαίνεται, ἡ δὲ ζημία κακόν.Ἑταῖρος
ἀπορῶ ἔγωγε ὅτι εἴπω.Σωκράτης
οὐκ ἀδίκως γε σὺ ἀπορῶν. ἔτι γὰρ καὶ τόδε ἀπόκριναι: ἐάν τις ἔλαττον ἀναλώσας πλέον κτήσηται, φῂς κέρδος εἶναι;Ἑταῖρος
οὔτι κακόν γε λέγω, ἀλλ᾽ ἐὰν χρυσίον ἢ ἀργύριον ἔλαττον ἀναλώσας πλέον λάβῃ.